top Answers for Lesson 13
1. πορεύομαι ἐκ τοῦ οἴκου καὶ εἰς τὴν ἐκκλησίαν.
I am going (or proceeding) out of the house and into the church/assembly.

2. ὁ προφήτης ἐξέρχεται ἐκ τοῦ ἱεροῦ.
The prophet comes out (or goes out) from the temple.

3. ὁ ἄνθρωπος γίνεται ἄγγελος τοῦ κυρίου.
The man becomes a messenger of the Lord.

4. ὁ χριστὸς ἀποκρίνεται τοῖς ἁμαρτωλοῖς ἐν τοῖς λόγοις τῆς παραβολῆς.
Christ answers the sinners with the words of the parable.

5. οὗτος εἰσέρχεται εἰς τὴν βασιλείαν, ἐκεῖνος δὲ μένει ἐν τῷ κόσμῳ τῶν πονηρῶν ἀνθρώπων.
This man enters into the kingdom, but that one remains in the world of evil men.

6. συνέρχονται ἐν τῷ οἴκῳ τοῦ θεοῦ ὅτι γινώσκουσι τὴν ὁδὸν ἀγάπης.
They come together in the house of God because they know the way of love.

7. λύονται οὗτοι οἱ δοῦλοι ὑπὸ τοῦ κυρίου.
These servants are set free (or unbound) by the Lord.

8. ἐν τῷ λόγῳ αὐτοῦ γίνεσθε μαθηταί.
By/in his word you (plural) become disciples.

9. οἱ ἁμαρτωλοὶ οὐ βαπτίζονται ὑπὸ τοῦ ἀποστόλου, ἀλλὰ πορεύονται ἐκ τοῦ οἴκου αὐτοῦ εἰς τοὺς οἴκους τῆς ἁμαρτίας.
The sinners are not baptized by the apostle, but they go out from his house into the houses of sin.

10. ἄρχῃ γινώσκειν τὰ ἀγαθὰ τῆς βασιλείας τοῦ θεοῦ.
You (singular) begin to know the good things of the kingdom of God.

11. κατερχόμεθα ἐκ τῶν τόπων ἁμαρτίας ὅτι ἡ φωνὴ τοῦ κυρίου ἀκούεται.
We come down from the places of sin because the voice of the Lord is heard.

12. οἱ υἱοὶ γίνονται ἄνθρωποι ὅτι ἐσθίουσι καρπὸν καὶ ἄρτον.
The sons become men because they eat fruit and bread.

13. οἱ ἀδελφοὶ ἄρχονται συνέρχεσθαι καὶ ὁ μαθητὴς ἄρχεται δοξάζειν τὸν θεὸν δι’ αὐτούς.
The brothers begin to gather together, and the disciple begins to glorify God because of them.

14. ἁμαρτωλοὶ γινώσκουσι τὴν ὁδὸν τοῦ χριστοῦ, ἀλλὰ κατέρχονται εἰς τὰς ὁδοὺς θανάτου.
Sinners know the way of Christ, but they go down into the ways of death.

Lesson 13