top Psalm 136 (137)

Psalm 136 (137)


Τῷ Δαυίδ.

1 [MT=48:1] Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών. 2 [MT=48:2] ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν· 3 [MT=48:3] ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν καὶ οἱ ἀπαγαγόντες ἡμᾶς ὕμνον, ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών.

4 [MT=48:4] Πῶς ᾄσωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας; 5 [MT=48:5] ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλήμ, ἐπιλησθείη δεξιά μου· 6 [MT=48:6] κολληθείη γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ, ἐὰν μὴ προανατάξωμαι τὴν Ἱερουσαλὴμ ἐν ἀρχῇ τῆς εὐφροσύνης μου.

7 [MT=48:7] Μνήσθητι, κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλὴμ τῶν λεγόντων, ἐκκενοῦτε ἐκκενοῦτε, ἕως θεμέλιος ἐν αὐτῇ. 8 [MT=48:8] θυγάτηρ Βαβυλῶνος ταλαίπωρος, μακάριος ὃς ἀνταποδώσει σοί τὸ ἀνταπόδομά σου, ἀνταπέδωκας ἡμῖν· 9 [MT=48:9] μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν.