top Psalm 138 (139)

Psalm 138 (139)


Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυίδ.

1 [MT=139:1] Κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με· 2 [MT=139:2] σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου, σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν· 3 [MT=139:3] τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προεῖδες. 4 [MT=139:4] ὅτι οὐκ ἔστιν λόγος ἐν γλώσσῃ μου, 5 [MT=139:5] ἰδού, κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα· σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου.

6 [MT=139:6] Ἐθαυμαστώθη γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. 7 [MT=139:7] ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; 8 [MT=139:8] ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ εἶ ἐκεῖ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· 9 [MT=139:9] ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ᾿ ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, 10 [MT=139:10] καὶ γὰρ ἐκεῖ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με δεξιά σου. 11 [MT=139:11] καὶ εἶπα, ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου· 12 [MT=139:12] ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς. 13 [MT=139:13] ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, κύριε, ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου. 14 [MT=139:14] ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθην· θαυμάσια τὰ ἔργα σου, καὶ ψυχή μου γινώσκει σφόδρα. 15 [MT=139:15] οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ἐποίησας ἐν κρυφῇ. καὶ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς· 16 [MT=139:16] τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέρας πλασθήσονται, καὶ οὐθεὶς ἐν αὐτοῖς.

17 [MT=139:17] Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, θεός, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν· 18 [MT=139:18] ἐξαριθμήσομαι αὐτούς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται· ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σοῦ.

19 [MT=139:19] Ἐὰν ἀποκτείνῃς ἁμαρτωλούς, θεός, ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ᾿ ἐμοῦ. 20 [MT=139:20] ὅτι ἐρεῖς εἰς διαλογισμόν· λήμψονται εἰς ματαιότητα τὰς πόλεις σου. 21 [MT=139:21] οὐχὶ τοὺς μισοῦντάς σε, κύριε, ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην; 22 [MT=139:22] τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι. 23 [MT=139:23] δοκίμασόν με, θεός, καὶ γνῶθι τὴν καρδίαν μου, ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου 24 [MT=139:24] καὶ ἰδὲ εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ.