top Psalm 139 (140)

Psalm 139 (140)


Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυίδ.

1 [MT=140:1] Ἐξελοῦ με, κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με, 2 [MT=140:2] οἵτινες ἐλογίσαντο ἀδικίας ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους· 3 [MT=140:3] ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. διάψαλμα. 4 [MT=140:4] φύλαξόν με, κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ, ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με, οἵτινες ἐλογίσαντο ὑποσκελίσαι τὰ διαβήματά μου· 5 [MT=140:5] ἔκρυψαν ὑπερήφανοι παγίδα μοι καὶ σχοινία διέτειναν, παγίδας τοῖς ποσίν μου, ἐχόμενα τρίβου σκάνδαλον ἔθεντό μοι. διάψαλμα.

6 [MT=140:6] Εἶπα τῷ κυρίῳ θεός μου εἶ σύ· ἐνώτισαι, κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου 7 [MT=140:7] κύριε κύριε δύναμις τῆς σωτηρίας μου, ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου. 8 [MT=140:8] μὴ παραδῷς με, κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ· διελογίσαντο κατ᾿ ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μήποτε ὑψωθῶσιν. διάψαλμα.

9 [MT=140:9]  κεφαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς. 10 [MT=140:10] πεσοῦνται ἐπ᾿ αὐτοὺς ἄνθρακες, ἐν πυρὶ καταβαλεῖς αὐτούς, ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν. 11 [MT=140:11] ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς, ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν. 12 [MT=140:12] ἔγνων ὅτι ποιήσει κύριος τὴν κρίσιν τοῦ πτωχοῦ καὶ τὴν δίκην τῶν πενήτων. 13 [MT=140:13] πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου.