top Psalm 143 (144)

Psalm 143 (144)


Τῷ Δαυίδ, πρὸς τὸν Γολιάδ.

1 [MT=144:1] Εὐλογητὸς κύριος θεός μου διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον· 2 [MT=144:2] ἔλεός μου καὶ καταφυγή μου, ἀντιλήμπτωρ μου καὶ ῥύστης μου, ὑπερασπιστής μου, καὶ ἐπ᾿ αὐτῷ ἤλπισα, ὑποτάσσων τὸν λαόν μου ὑπ᾿ ἐμέ.

3 [MT=144:3] Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ, υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν; 4 [MT=144:4] ἄνθρωπος ματαιότητι ὡμοιώθη, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν.

5 [MT=144:5] Κύριε, κλῖνον οὐρανούς σου καὶ κατάβηθι, ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται· 6 [MT=144:6] ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς, ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς. 7 [MT=144:7] ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους, ἐξελοῦ με καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, 8 [MT=144:8] ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα, καὶ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας.

9 [MT=144:9]  θεός, ᾠδὴν καινὴν ᾄσομαί σοι, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοί 10 [MT=144:10] τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν, τῷ λυτρουμένῳ Δαυὶδ τὸν δοῦλον αὐτοῦ ἐκ ῥομφαίας πονηρᾶς. 11 [MT=144:11] ῥῦσαί με καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα καὶ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. 12 [MT=144:12] ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἡδρυμμένα ἐν τῇ νεότητι αὐτῶν, αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ, 13 [MT=144:13] τὰ ταμίεια αὐτῶν πλήρη ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο, τὰ πρόβατα αὐτῶν πολυτόκα πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν, 14 [MT=144:14] οἱ βόες αὐτῶν παχεῖς, οὐκ ἔστιν κατάπτωμα φραγμοῦ οὐδὲ διέξοδος οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν, 15 [MT=144:15] ἐμακάρισαν τὸν λαόν, ταῦτά ἐστιν· μακάριος λαός, οὗ κύριος θεὸς αὐτοῦ.