top Psalm 146 (147)

Psalm 146 (147)


Ἀλληλούϊα· Ἁγγαίου καὶ Ζαχαρίου.

1 [MT=147:1] Αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸν ψαλμός· τῷ θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις. 2 [MT=147:2] οἰκοδομῶν Ἱερουσαλὴμ κύριος, καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει, 3 [MT=147:3]  ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν, καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν, 4 [MT=147:4]  ἀριθμῶν πλήθη ἄστρων, καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν. 5 [MT=147:5] μέγας κύριος ἡμῶν, καὶ μεγάλη ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. 6 [MT=147:6] ἀναλαμβάνων πραεῖς κύριος, ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως τῆς γῆς.

7 [MT=147:7] Ἐξάρξατε τῷ κυρίῳ ἐν ἐξομολογήσει, ψάλατε τῷ θεῷ ἡμῶν ἐν κιθάρᾳ, 8 [MT=147:8] τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις, τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν, τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, 9 [MT=147:9] διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν, καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. 10 [MT=147:10] οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει, οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ· 11 [MT=147:11] εὐδοκεῖ κύριος ἐν τοῖς φοβουμένοις αὐτόν, καὶ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ.