top Psalm 147

Psalm 147(b)


Ἀλληλούϊα· Ἁγγαίου καὶ Ζαχαρίου.

12 [MT=147:12] Ἐπαίνει, Ἱερουσαλήμ, τὸν κύριον, αἴνει τὸν θεόν σου, Σιών, 13 [MT=147:13] ὅτι ἐνίσχυσεν τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησεν τοὺς υἱούς σου ἐν Σοὶ· 14 [MT=147:14]  τιθεὶς τὰ ὅριά σου εἰρήνην καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε· 15 [MT=147:15]  ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται λόγος αὐτοῦ 16 [MT=147:16] τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος, 17 [MT=147:17] βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς· κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται; 18 [MT=147:18] ἀποστελεῖ τὸν λόγον αὐτοῦ, καὶ τήξει αὐτά, πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα. 19 [MT=147:19] ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰακώβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ. 20 [MT=147:20] οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς.