top Psalm 99 (100)

Psalm 99 (100)


Ψαλμὸς εἰς ἐξομολόγησιν.

1 [MT=100:1] Ἀλαλάξατε τῷ κυρίῳ, πᾶσα γῆ, 2 [MT=100:2] δουλεύσατε τῷ κυρίῳ ἐν εὐφροσύνῃ, εἰσέλθατε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει. 3 [MT=100:3] γνῶτε ὅτι κύριος, αὐτός ἐστιν θεός, αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς, λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ. 4 [MT=100:4] εἰσέλθατε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις· ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ, 5 [MT=100:5] ὅτι χρηστὸς κύριος, εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἀλήθεια αὐτοῦ.