top Psalm 123 (124)

Psalm 123 (124)


ᾨδὴ τῶν ἀναβαθμῶν.

1 [MT=124:1] Εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραήλ, 2 [MT=124:2] εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς, 3 [MT=124:3] ἄρα ζῶντας ἄν κατέπιον ἡμᾶς ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ' ἡμᾶς· 4 [MT=124:4] ἄρα τὸ ὕδωρ κατεπόντισεν ἡμᾶς, χείμαρρον διῆλθεν ψυχὴ ἡμῶν· 5 [MT=124:5] ἄρα διῆλθεν ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον.

6 [MT=124:6] Εὐλογητὸς κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. 7 [MT=124:7]  ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐρρύσθημεν. 8 [MT=124:8]  βοήθεια ἡμῶν ἐν ὀνόματι κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.