top Psalm 133 (134)

Psalm 133 (134)


ᾨδὴ τῶν ἀναβαθμῶν.

1 [MT=48:1] Ἰδοὺ δὴ εὐλογεῖτε τὸν κύριον, πάντες οἱ δοῦλοι κυρίου οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου, ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν. 2 [MT=48:2] ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν κύριον. 3 [MT=48:3] εὐλογήσει σὲ κύριος ἐκ Σιὼν ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.