Chapter 25
Bildad: Man is Inferior
1 ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει
2 τί γὰρ προοίμιον ἢ φόβος παρ' αὐτοῦ, ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ; 3 μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστιν παρέλκυσις πειραταῖς; ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ' αὐτοῦ; 4 πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου; ἢ τίς ἄν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός; 5 εἰ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον· αὐτοῦ. 6 ἔα δέ, ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ.