top Psalm 112 (113)

Psalm 112 (113)


Ἀλληλούϊα.

1 [MT=113:1] Αἰνεῖτε, παῖδες, κύριον, αἰνεῖτε τὸ ὄνομα κυρίου· 2 [MT=113:2] εἴη τὸ ὄνομα κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος· 3 [MT=113:3] ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνεῖτε τὸ ὄνομα κυρίου. 4 [MT=113:4] ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη κύριος, ἐπὶ τοὺς οὐρανοὺς δόξα αὐτοῦ.

5 [MT=113:5] Τίς ὡς κύριος θεὸς ἡμῶν ἐν ὑψηλοῖς κατοικῶν 6 [MT=113:6] καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ; 7 [MT=113:7]  ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα 8 [MT=113:8] τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ· 9 [MT=113:9]  κατοικίζων στεῖραν ἐν οἴκῳ μητέρα τέκνων εὐφραινομένην.