top Psalm 113 (114, 115)

Psalm 113 (114, 115)


Ἀλληλούϊα.

1 [MT=114:1] Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου 2 [MT=114:2] ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ. 3 [MT=114:3]  θάλασσα εἶδεν καὶ ἔφυγεν, Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω· 4 [MT=114:4] τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.

5 [MT=114:5] Τί Σοὶ ἐστιν, θάλασσα, ὅτι ἔφυγες, καὶ Σοὶ, Ἰορδάνη, ὅτι ἀνεχώρησας εἰς τὰ ὀπίσω; 6 [MT=114:6] τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοί, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων; 7 [MT=114:7] ἀπὸ προσώπου κυρίου ἐσαλεύθη γῆ, ἀπὸ προσώπου τοῦ θεοῦ Ἰακὼβ 8 [MT=114:8] τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων. 9 [MT=115:1] μὴ ἡμῖν, κύριε, μὴ ἡμῖν, ἀλλ' τῷ ὀνόματί σου δὸς δόξαν ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου, 10 [MT=115:2] μήποτε εἴπωσιν τὰ ἔθνη, ποῦ ἐστιν θεὸς αὐτῶν; 11 [MT=115:3]  δὲ θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ ἄνω· ἐν τοῖς οὐρανοῖς καὶ ἐν τῇ γῇ πάντα, ὅσα ἠθέλησεν, ἐποίησεν. 12 [MT=115:4] τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· 13 [MT=115:5] στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται, 14 [MT=115:6] ὦτα ἔχουσιν καὶ οὐκ ἀκούσονται, ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται, 15 [MT=115:7] χεῖρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν, πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν. 16 [MT=115:8] ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς. 17 [MT=115:9] οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ κύριον· βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. 18 [MT=115:10] οἶκος Ἀαρὼν ἤλπισεν ἐπὶ κύριον· βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. 19 [MT=115:11] οἱ φοβούμενοι τὸν κύριον ἤλπισαν ἐπὶ κύριον· βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. 20 [MT=115:12] κύριος ἐμνήσθη ἡμῶν καὶ εὐλόγησεν ἡμᾶς, εὐλόγησεν τὸν οἶκον Ἰσραήλ, εὐλόγησεν τὸν οἶκον Ἀαρών, 21 [MT=115:13] εὐλόγησεν τοὺς φοβουμένους τὸν κύριον, τοὺς μικροὺς μετὰ τῶν μεγάλων. 22 [MT=115:14] προσθείη κύριος ἐφ' ὑμᾶς, ἐφ' ὑμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν· 23 [MT=115:15] εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν. 24 [MT=115:16]  οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκεν τοῖς υἱοῖς τῶν ἀνθρώπων. 25 [MT=115:17] οὐχ οἱ νεκροὶ αἰνέσουσίν σε, κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου, 26 [MT=115:18] ἀλλ' ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.