Psalm 114 (116)
1 [MT=116:1] Ἠγάπησα, ὅτι εἰσακούσεται κύριος τῆς φωνῆς τῆς δεήσεώς μου, 2 [MT=116:2] ὅτι ἔκλινεν τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. 3 [MT=116:3] περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με· θλῖψιν καὶ ὀδύνην εὗρον. 4 [MT=116:4] καὶ τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην, ὦ κύριε, ῥῦσαι τὴν ψυχήν μου.
5 [MT=116:5] Ἐλεήμων ὁ κύριος καὶ δίκαιος, καὶ ὁ θεὸς ἡμῶν ἐλεᾷ. 6 [MT=116:6] φυλάσσων τὰ νήπια ὁ κύριος· ἐταπεινώθην, καὶ ἔσωσέν με. 7 [MT=116:7] ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι κύριος εὐηργέτησέν σε, 8 [MT=116:8] ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. 9 [MT=116:9] εὐαρεστήσω ἐναντίον κυρίου ἐν χώρᾳ ζώντων.