top Psalm 115

Psalm 115


Ἀλληλούϊα.

1 [MT=116:10] Ἐπίστευσα, διὸ ἐλάλησα, ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. 2 [MT=116:11] ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου, πᾶς ἄνθρωπος ψεύστης. 3 [MT=116:12] τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; 4 [MT=116:13] ποτήριον σωτηρίου λήμψομαι, καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι· 5 [MT=116:14] τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω, ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ.

6 [MT=116:15] Τίμιος ἐναντίον κυρίου θάνατος τῶν ὁσίων αὐτοῦ. 7 [MT=116:16]  κύριε ἐγὼ δοῦλος σός, ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου, διέρρηξας τοὺς δεσμούς μου. 8 [MT=116:17] σοί θύσω θυσίαν αἰνέσεως, καὶ ἐν ὀνόματι κυρίου ἐπικαλέσομαι 9 [MT=116:18] τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω, ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ, 10 [MT=116:19] ἐν αὐλαῖς οἴκου κυρίου, ἐν μέσῳ σου Ἱερουσαλήμ.