top Psalm 125 (126)

Psalm 125 (126)


ᾨδὴ τῶν ἀναβαθμῶν.

1 [MT=126:1] Ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν Σιὼν ἐγενήθημεν ὡς παρακεκλημένοι. 2 [MT=126:2] τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν, ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι μετ' αὐτῶν. 3 [MT=126:3] ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι μεθ' ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι.

4 [MT=126:4] Ἐπίστρεψον, κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάρρους ἐν τῷ νότῳ. 5 [MT=126:5] οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν. 6 [MT=126:6] πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν.