top Psalm 127 (128)

Psalm 127 (128)


ᾨδὴ τῶν ἀναβαθμῶν.

1 [MT=128:1] Μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. 2 [MT=128:2] τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι· μακάριος εἶ, καὶ καλῶς σοί ἔσται. 3 [MT=128:3]  γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου· οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.

4 [MT=128:4] Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος φοβούμενος τὸν κύριον. 5 [MT=128:5] εὐλογήσαι σὲ κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· 6 [MT=128:6] καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.