Psalm 128 (129)
1 [MT=129:1] Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ἰσραήλ, 2 [MT=129:2] πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. 3 [MT=129:3] ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν· 4 [MT=129:4] κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν.
5 [MT=129:5] Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών. 6 [MT=129:6] γενηθήτωσαν ὡς χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη· 7 [MT=129:7] οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ ὁ θερίζων καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων, 8 [MT=129:8] καὶ οὐκ εἶπαν οἱ παράγοντες, εὐλογία κυρίου ἐφ' ὑμᾶς εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι κυρίου.