Psalm 129 (130)
1 [MT=130:1] Ἐκ βαθέων ἐκέκραξά σε, κύριε· 2 [MT=130:2] κύριε, εἰσάκουσον τῆς φωνῆς μου· γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. 3 [MT=130:3] ἐὰν ἀνομίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται; 4 [MT=130:4] ὅτι παρὰ σοί ὁ ἱλασμός ἐστιν. 5 [MT=130:5] ἕνεκεν τοῦ νόμου σου ὑπέμεινά σε, κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. 6 [MT=130:6] ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν κύριον ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωίας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν κύριον.
7 [MT=130:7] Ὅτι παρὰ τῷ κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις, 8 [MT=130:8] καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.