top Psalm 97 (98)

Psalm 97 (98)


Ψαλμὸς τῷ Δαυίδ.

1 [MT=98:1] ᾌσατε τῷ κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν κύριος· ἔσωσεν αὐτῷ δεξιὰ αὐτοῦ καὶ βραχίων ἅγιος αὐτοῦ.

2 [MT=98:2] Ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ. 3 [MT=98:3] ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακὼβ καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ἰσραήλ· εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν.

4 [MT=98:4] Ἀλαλάξατε τῷ θεῷ, πᾶσα γῆ, ᾄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε· 5 [MT=98:5] ψάλατε τῷ κυρίῳ ἐν κιθάρᾳ, ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ· 6 [MT=98:6] ἐν σάλπιγξιν ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως κυρίου. 7 [MT=98:7] σαλευθήτω θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς, οἰκουμένη καὶ οἱ κατοικοῦντες ἐν αὐτῇ· 8 [MT=98:8] ποταμοὶ κροτήσουσιν χειρὶ ἐπὶ1 τὸ αὐτό, τὰ ὄρη ἀγαλλιάσονται, 9 [MT=98:9] ὅτι ἥκει κρῖναι τὴν γῆν· κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι.