top Psalm 109 (110)

Psalm 109 (110)


Τῷ Δαυὶδ ψαλμός.

1 [MT=110:1] Εἶπεν κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἄν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 2 [MT=110:2] ῥάβδον δυνάμεώς σου ἐξαποστελεῖ κύριος ἐκ Σιών, καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. 3 [MT=110:3] μετὰ σοῦ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησιν τῶν ἁγίων· ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά σε. 4 [MT=110:4] ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται, σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ. 5 [MT=110:5] κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς· 6 [MT=110:6] κρινεῖ ἐν τοῖς ἔθνεσιν, πληρώσει πτώματα, συνθλάσει κεφαλὰς ἐπὶ γῆς πολλῶν. 7 [MT=110:7] ἐκ χειμάρρου ἐν ὁδῷ πίεται· διὰ τοῦτο ὑψώσει κεφαλήν.