top Psalm 108 (109)

Psalm 108 (109)


Εἰς τὸ τέλος· τῷ Δαυὶδ ψαλμός.

1 [MT=109:1]  θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, 2 [MT=109:2] ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη, ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ 3 [MT=109:3] καὶ λόγοις μίσους ἐκύκλωσάν με καὶ ἐπολέμησάν με δωρεάν. 4 [MT=109:4] ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσευχόμην· 5 [MT=109:5] καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου.

6 [MT=109:6] Κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ· 7 [MT=109:7] ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος, καὶ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. 8 [MT=109:8] γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος· 9 [MT=109:9] γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ καὶ γυνὴ αὐτοῦ χήρα· 10 [MT=109:10] σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ καὶ ἐπαιτησάτωσαν, ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν. 11 [MT=109:11] ἐξερευνησάτω δανειστὴς πάντα, ὅσα ὑπάρχει αὐτῷ, διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ· 12 [MT=109:12] μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήμπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ· 13 [MT=109:13] γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολέθρευσιν ἐν γενεᾷ μιᾷ ἐξαλειφθήτω τὸ ὄνομα αὐτοῦ. 14 [MT=109:14] ἀναμνησθείη ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι κυρίου, καὶ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη· 15 [MT=109:15] γενηθήτωσαν ἔναντι κυρίου διὰ παντός,1 καὶ ἐξολεθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.

16 [MT=109:16] Ἀνθ' ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι. 17 [MT=109:17] καὶ ἠγάπησεν κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ' αὐτοῦ. 18 [MT=109:18] καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ εἰσῆλθεν ὡς ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ· 19 [MT=109:19] γενηθήτω αὐτῷ ὡς ἱμάτιον, περιβάλλεται, καὶ ὡσεὶ ζώνη, ἣν διὰ παντὸς1 περιζώννυται. 20 [MT=109:20] τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ κυρίου καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου.

21 [MT=109:21] Καὶ σύ, κύριε κύριε, ποίησον μετ' ἐμοῦ ἔλεος ἕνεκεν τοῦ ὀνόματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου. 22 [MT=109:22] ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης ἐγώ εἰμι, καὶ καρδία μου τετάρακται ἐντός μου. 23 [MT=109:23] ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες. 24 [MT=109:24] τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον. 25 [MT=109:25] καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν.

26 [MT=109:26] Βοήθησόν μοι, κύριε θεός μου, σῶσόν με κατὰ τὸ ἔλεός σου, 27 [MT=109:27] καὶ γνώτωσαν ὅτι χείρ σου αὕτη καὶ σύ, κύριε, ἐποίησας αὐτήν. 28 [MT=109:28] καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις· οἱ ἐπανιστανόμενοί μοι αἰσχυνθήτωσαν, δὲ δοῦλός σου εὐφρανθήσεται. 29 [MT=109:29] ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν καὶ περιβαλέσθωσαν ὡσεὶ διπλοΐδα αἰσχύνην αὐτῶν. 30 [MT=109:30] ἐξομολογήσομαι τῷ κυρίῳ σφόδρα ἐν τῷ στόματί μου καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν, 31 [MT=109:31] ὅτι παρέστη ἐκ δεξιῶν πένητος τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.