top Psalm 107 (108)

Psalm 107 (108)


ᾨδὴ ψαλμοῦ τῷ Δαυίδ.

1 [MT=108:1] Ἑτοίμη καρδία μου, θεός, ἑτοίμη καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου. 2 [MT=108:2] ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα· ἐξεγερθήσομαι ὄρθρου. 3 [MT=108:3] ἐξομολογήσομαί σοί ἐν λαοῖς, κύριε, καὶ ψαλῶ σοί ἐν ἔθνεσιν, 4 [MT=108:4] ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἀλήθειά σου. 5 [MT=108:5] ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, θεός καὶ ἐπὶ πᾶσαν τὴν γῆν δόξα σου. 6 [MT=108:6] ὅπως ἄν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου. 7 [MT=108:7]  θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ, ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω· 8 [MT=108:8] ἐμός ἐστιν Γαλαάδ, καὶ ἐμός ἐστιν Μανασσῆ, καὶ Ἐφραὶμ ἀντίλημψις τῆς κεφαλῆς μου, Ἰούδας βασιλεύς μου· 9 [MT=108:9] Μωὰβ λέβης τῆς ἐλπίδος μου, ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.

10 [MT=108:10] Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; 11 [MT=108:11] οὐχὶ σύ, θεός, ἀπωσάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ, θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν. 12 [MT=108:12] δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως· καὶ ματαία σωτηρίᾳ ἀνθρώπου. 13 [MT=108:13] ἐν τῷ θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν.