top Psalm 66 (67)

Psalm 66 (67)


Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς ᾠδῆς.

1 [MT=67:1]  θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς διάψαλμα 2 [MT=67:2] τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσιν τὸ σωτήριον σου. 3 [MT=67:3] ἐξομολογησάσθωσάν σοί λαοί, θεός, ἐξομολογησάσθωσάν σοί λαοὶ πάντες. 4 [MT=67:4] εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη, ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις. διάψαλμα. 5 [MT=67:5] ἐξομολογησάσθωσάν σοί λαοί, θεός, ἐξομολογησάσθωσάν σοί λαοὶ πάντες. 6 [MT=67:6] γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς· εὐλογήσαι ἡμᾶς θεὸς θεὸς ἡμῶν. 7 [MT=67:7] εὐλογήσαι ἡμᾶς θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.