top Psalm 65 (66)

Psalm 65 (66)


Εἰς τὸ τέλος· ᾠδὴ ψαλμοῦ ἀναστάσεως.

1 [MT=66:1] Ἀλαλάξατε τῷ θεῷ, πᾶσα γῆ, 2 [MT=66:2] ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν αἰνέσει αὐτοῦ. 3 [MT=66:3] εἴπατε τῷ θεῷ, ὡς φοβερὰ τὰ ἔργα σου· ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σὲ οἱ ἐχθροί σου· 4 [MT=66:4] πᾶσα γῆ προσκυνησάτωσάν σοί καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου. διάψαλμα.

5 [MT=66:5] Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ· φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων, 6 [MT=66:6]  μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν, ἐν ποταμῷ διελεύσονται ποδί. ἐκεῖ εὐφρανθησόμεθα ἐπ' αὐτῷ, 7 [MT=66:7] τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος· οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς. διάψαλμα.

8 [MT=66:8] Εὐλογεῖτε, ἔθνη, τὸν θεὸν ἡμῶν καὶ ἀκουτίσασθε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ, 9 [MT=66:9] τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου. 10 [MT=66:10] ὅτι ἐδοκίμασας ἡμᾶς, θεός, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον· 11 [MT=66:11] εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν. 12 [MT=66:12] ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.

13 [MT=66:13] Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν, ἀποδώσω σοί τὰς εὐχάς μου, 14 [MT=66:14] ἃς διέστειλεν τὰ χείλη μου καὶ ἐλάλησεν τὸ στόμα μου ἐν τῇ θλίψει μου· 15 [MT=66:15] ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοί μετὰ θυμιάματος καὶ κριῶν, ποιήσω σοί βόας μετὰ χιμάρων. διάψαλμα.

16 [MT=66:16] Δεῦτε ἀκούσατε καὶ διηγήσομαι, πάντες οἱ φοβούμενοι τὸν θεόν, ὅσα ἐποίησεν τῇ ψυχῇ μου. 17 [MT=66:17] πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου, 18 [MT=66:18] ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω κύριος. 19 [MT=66:19] διὰ τοῦτο εἰσήκουσέν μου θεός, προσέσχεν τῇ φωνῇ τῆς δεήσεώς μου. 20 [MT=66:20] εὐλογητὸς θεός, ὃς οὐκ ἀπέστησεν τὴν προσευχήν μου καὶ τὸ ἔλεος αὐτοῦ ἀπ' ἐμοῦ.