Psalm 145 (146)
Ἀλληλούϊα· Ἁγγαίου καὶ Ζαχαρίου.
1 [MT=146:1] Αἴνει, ἡ ψυχή μου, τὸν κύριον. 2 [MT=146:2] αἰνέσω κύριον ἐν ζωῇ μου, ψαλῶ τῷ θεῷ μου, ἕως ὑπάρχω. 3 [MT=146:3] μὴ πεποίθατε ἐπ' ἄρχοντας, καὶ ἐφ' υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστιν σωτηρίᾳ. 4 [MT=146:4] ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν.
5 [MT=146:5] Μακάριος οὗ ὁ θεὸς Ἰακὼβ βοηθός, αὐτοῦ. ἡ ἐλπὶς αὐτοῦ ἐπὶ κύριον τὸν θεὸν αὐτοῦ· 6 [MT=146:6] τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, 7 [MT=146:7] ποιοῦντα κρίμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσιν· κύριος λύει πεπεδημένους, 8 [MT=146:8] κύριος σοφοῖ τυφλούς,
Κύριος ἀνορθοῖ κατερραγμένους, κύριος ἀγαπᾷ δικαίους· 9 [MT=146:9] κύριος φυλάσσει τοὺς προσηλύτους, ὀρφανὸν καὶ χήραν ἀναλήμψεται, καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ. 10 [MT=146:10] βασιλεύσει κύριος εἰς τὸν αἰῶνα, ὁ θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.