top Psalm 60 (61)

Psalm 60 (61)


Εἰς τὸ τέλος, ἐν ὕμνοις· τῷ Δαυίδ.

1 [MT=61:1] Εἰσάκουσον, θεός, τῆς δεήσεώς μου, πρόσχες τῇ προσευχῇ μου. 2 [MT=61:2] ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου· ἐν πέτρᾳ ὕψωσάς με, 3 [MT=61:3] ὡδήγησάς με, ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ. 4 [MT=61:4] παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας, σκεπασθήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου. διάψαλμα.

5 [MT=61:5] Ὅτι σύ, θεός, εἰσήκουσας τῶν εὐχῶν μου, ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου. 6 [MT=61:6] ἡμέρας ἐφ' ἡμέρας βασιλέως προσθήσεις, ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς. 7 [MT=61:7] διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ θεοῦ· ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει; 8 [MT=61:8] οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.