top Psalm 61 (62)

Psalm 61 (62)


Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθούν· ψαλμὸς τῷ Δαυίδ.

1 [MT=62:1] Οὐχὶ τῷ θεῷ ὑποταγήσεται ψυχή μου; παρ' αὐτοῦ γὰρ τὸ σωτήριον μου· 2 [MT=62:2] καὶ γὰρ αὐτὸς θεός μου καὶ σωτήρ μου, ἀντιλήμπτωρ μου· οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον. 3 [MT=62:3] ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον; φονεύετε πάντες ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ. 4 [MT=62:4] πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, ἔδραμον ἐν ψεύδει, τῷ στόματι αὐτῶν εὐλογοῦσαν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. διάψαλμα.

5 [MT=62:5] Πλὴν τῷ θεῷ ὑποτάγηθι, ψυχή μου, ὅτι παρ' αὐτοῦ ὑπομονή μου· 6 [MT=62:6] ὅτι αὐτὸς θεός μου καὶ σωτήρ μου ἀντιλήμπτωρ μου, οὐ μὴ μεταναστεύσω. 7 [MT=62:7] ἐπὶ τῷ θεῷ τὸ σωτήριον μου καὶ δόξα μου, θεὸς τῆς βοηθείας μου, καὶ ἐλπίς μου ἐπὶ τῷ θεῷ. 8 [MT=62:8] ἐλπίσατε ἐπ' αὐτόν, πᾶσα συναγωγὴ λαοῦ· ἐκχέετε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν· θεὸς βοηθὸς ἡμῶν. διάψαλμα.

9 [MT=62:9] Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ1 τὸ αὐτό. 10 [MT=62:10] μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. 11 [MT=62:11] ἅπαξ ἐλάλησεν θεός, δύο ταῦτα ἤκουσα, 12 [MT=62:12] ὅτι τὸ κράτος τοῦ θεοῦ, καὶ Σοὶ, κύριε, τὸ ἔλεος, ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.