top Psalm 86 (87)

Psalm 86 (87)


Τοῖς υἱοῖς Κορὲ ψαλμὸς ᾠδῆς.

1 [MT=87:1] Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις· 2 [MT=87:2] ἀγαπᾷ κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. 3 [MT=87:3] δεδοξασμένα ἐλαλήθη περὶ σου, πόλις τοῦ θεοῦ. διάψαλμα.

4 [MT=87:4] Μνησθήσομαι Ῥαάβ, καὶ Βαβυλῶνος τοῖς γινώσκουσίν με· καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ. 5 [MT=87:5] μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὕψιστος. 6 [MT=87:6] κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ. διάψαλμα. 7 [MT=87:7] ὡς εὐφραινομένων πάντων κατοικία ἐν Σοὶ.