top Psalm 87 (88)

Psalm 87 (88)


ᾨδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορέ· εἰς τὸ τέλος, ὑπὲρ Μαελὲθ τοῦ ἀποκριθῆναι· συνέσεως Αἱμὰν τῷ Ἰσραηλίτῃ.

1 [MT=88:1] Κύριε θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου· 2 [MT=88:2] εἰσελθάτω ἐνώπιόν σου προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου, κύριε.

3 [MT=88:3] Ὅτι ἐπλήσθη κακῶν ψυχή μου, καὶ ζωή μου τῷ ᾅδῃ ἤγγισεν· 4 [MT=88:4] προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος, 5 [MT=88:5] ὡσεὶ τραυματίαι ἐρριμμένοι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν. 6 [MT=88:6] ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. 7 [MT=88:7] ἐπ' ἐμὲ ἐπεστηρίχθη θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπ' ἐμὲ ἐπήγαγες διάψαλμα. 8 [MT=88:8] ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ' ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς, παρεδόθην καὶ οὐκ ἐξεπορευόμην. 9 [MT=88:9] οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σέ, κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου,

10 [MT=88:10] Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἰατροὶ ἀναστήσουσιν, καὶ ἐξομολογήσονταί σοι; 11 [MT=88:11] μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; 12 [MT=88:12] μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; 13 [MT=88:13] κἀγὼ πρὸς σέ κύριε, ἐκέκραξα, καὶ τὸ πρωῒ προσευχή μου προφθάσει σε.

14 [MT=88:14] Ἵνα τί, κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; 15 [MT=88:15] πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. 16 [MT=88:16] ἐπ' ἐμὲ διῆλθον αἱ ὀργαί σου, καὶ οἱ φοβερισμοί σου ἐξετάραξάν με, 17 [MT=88:17] ἐκύκλωσάν με ὡς ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. 18 [MT=88:18] ἐμάκρυνας ἀπ' ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.