top Psalm 88 (89)

Psalm 88 (89)


Συνέσεως Αἰθὰν τῷ Ἰσραηλίτῃ.

1 [MT=89:1] Τὰ ἐλέη σου, κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου, 2 [MT=89:2] ὅτι εἶπας, εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται· ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἀλήθειά σου, 3 [MT=89:3] διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου, ὤμοσα Δαυὶδ τῷ δούλῳ μου, 4 [MT=89:4] ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου. διάψαλμα.

5 [MT=89:5] Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων. 6 [MT=89:6] ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ κυρίῳ, καὶ τίς ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ; 7 [MT=89:7]  θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. 8 [MT=89:8] κύριε θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι;δυνατὸς εἶ, κύριε, καὶ ἀλήθειά σου κύκλῳ σου. 9 [MT=89:9] σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις. 10 [MT=89:10] σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον καὶ ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου. 11 [MT=89:11] Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σή ἐστιν γῆ·τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. 12 [MT=89:12] τὸν βορρᾶν καὶ θαλάσσας σὺ ἔκτισας, Θαβὼρ καὶ Ἕρμων ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. 13 [MT=89:13] σὸς βραχίων μετὰ δυναστείας·κραταιωθήτω χείρ σου, ὑψωθήτω δεξιά σου. 14 [MT=89:14] δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου, ἔλεος καὶ ἀλήθεια προπορεύσεται πρὸ προσώπου σου.

15 [MT=89:15] Μακάριος λαὸς γινώσκων ἀλαλαγμόν·κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται 16 [MT=89:16] καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται. 17 [MT=89:17] ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. 18 [MT=89:18] ὅτι τοῦ κυρίου ἀντίλημψις καὶ τοῦ ἁγίου Ἰσραὴλ βασιλέως ἡμῶν.

19 [MT=89:19] Τότε ἐλάλησας ἐν ὁράσει τοῖς ὁσίοις σου καὶ εἶπας, ἐθέμην βοήθειαν ἐπὶ δυνατόν, ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου· 20 [MT=89:20] εὗρον Δαυὶδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν. 21 [MT=89:21]  γὰρ χείρ μου συναντιλήμψεται αὐτῷ, καὶ βραχίων μου κατισχύσει αὐτόν· 22 [MT=89:22] οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν· 23 [MT=89:23] καὶ συγκόψω τοὺς ἐχθροὺς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. 24 [MT=89:24] καὶ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ' αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ· 25 [MT=89:25] καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. 26 [MT=89:26] αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σύ, θεός μου καὶ ἀντιλήμπτωρ τῆς σωτηρίας μου· 27 [MT=89:27] κἀγὼ πρωτότοκον θήσομαι αὐτόν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσιν τῆς γῆς. 28 [MT=89:28] εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ διαθήκη μου πιστὴ αὐτῷ· 29 [MT=89:29] καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.

30 [MT=89:30] Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου καὶ τοῖς κρίμασίν μου μὴ πορευθῶσιν, 31 [MT=89:31] ἐὰν τὰ δικαιώματά μου βεβηλώσουσιν καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, 32 [MT=89:32] ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν καὶ ἐν μάστιξιν τὰς ἁμαρτίας αὐτῶν, 33 [MT=89:33] τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτοῦ οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου 34 [MT=89:34] οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω. 35 [MT=89:35] ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυὶδ ψεύσομαι, 36 [MT=89:36] τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ καὶ θρόνος αὐτοῦ ὡς ἥλιος ἐναντίον μου 37 [MT=89:37] καὶ ὡς σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα·καὶ μάρτυς ἐν οὐρανῷ πιστός. διάψαλμα.

38 [MT=89:38] Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν χριστόν σου· 39 [MT=89:39] κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ. 40 [MT=89:40] καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ, ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν· 41 [MT=89:41] διήρπασαν αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν, ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ. 42 [MT=89:42] ὕψωσας τὴν δεξιὰν τῶν ἐχθρῶν αὐτοῦ, εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ· 43 [MT=89:43] ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ. 44 [MT=89:44] κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτόν, τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξας· 45 [MT=89:45] ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ, κατέχεας αὐτοῦ αἰσχύνην.διάψαλμα.

46 [MT=89:46] Ἕως πότε, κύριε, ἀποστρέψεις εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ὀργή σου; 47 [MT=89:47] μνήσθητι τίς μου ὑπόστασις·μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων; 48 [MT=89:48] τίς ἐστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον, ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδουδιάψαλμα. 49 [MT=89:49] ποῦ εἰσιν τὰ ἐλέη σου τὰ ἀρχαῖα, κύριε, ὤμοσας τῷ Δαυὶδ ἐν τῇ ἀληθείᾳ σου; 50 [MT=89:50] μνήσθητι κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου, πολλῶν ἐθνῶν, 51 [MT=89:51] οὗ ὠνείδισαν οἱ ἐχθροί σου, κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου. 52 [MT=89:52] εὐλογητὸς κύριος εἰς τὸν αἰῶνα.γένοιτο γένοιτο.