Chapter 8
Ὕμνος τῶν τριῶν παίδων. |
Hymn of the Three Children (Dan 3:52-88) |
52 Εὐλογητὸς εἶ, κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας, καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον καὶ ὑπεραινετὸν καὶ ὑπερυψούμενον εἰς τοὺς αἰῶνας. | 52 Blessed are you, Oh Lord, God of our ancestors, and to be praised and highly exalted forever. And blessed is your glorious holy name, and to be highly praised and highly exalted forever and ever. |
53 εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας. | 53 Blessed are you in the temple of your holy glory; and to be praised and glorified above all forever. |
54 εὐλογημένος εἶ, ὁ βλέπων ἀβύσσους καθήμενος ἐπὶ χερουβίν, καὶ ὑπεραινετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. | 54 Blessed are you on the throne of your kingdom, and to be greatly hymned and highly glorified forever. |
55 εὐλογημένος εἶ ἐπὶ θρόνου τῆς βασιλείας σου καὶ ὑπερυμνητὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. | 55 Blessed are you who view the depths sitting on cheroubin, and to be praised and glorified forever. |
56 εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας. | 56 Blessed are you in the atmosphere, and to be hymned and glorified forever. |
57 εὐλογεῖτε, πάντα τὰ ἔργα κυρίου, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 57 Bless the Lord, all you works of the Lord; sing hymns, and highly exalt him forever. |
58 εὐλογεῖτε, ἄγγελοι κυρίου, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 58 Bless the Lord, you heavens; sing hymns, and highly exalt him forever. |
59 εὐλογεῖτε, οὐρανοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 59 Bless the Lord, you angels of the Lord; sing hymns, and highly exalt him forever. |
60 εὐλογεῖτε, ὕδατα πάντα τὰ ὑπεράνω τῶν οὐρανῶν, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 60 Bless the Lord, all you waters above the heavens; sing hymns, and highly exalt him forever. |
61 εὐλογεῖτε, πᾶσαι αἱ δυνάμεις κυρίου, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας | 61 Bless the Lord, all you powers of the Lord; sing hymns, and highly exalt him forever. |
62 εὐλογεῖτε, ἥλιος καὶ σελήνη, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 62 Oh you sun and moon, bless you the Lord: praise and exalt him above all forever. |
63 εὐλογεῖτε, ἄστρα τοῦ οὐρανοῦ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 63 Bless the Lord, stars of heaven; sing hymns, and highly exalt him forever. |
64 εὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 64 Bless the Lord, all thunderstorm and dew; sing hymns, and highly exalt him forever. |
65 εὐλογεῖτε, πάντα τὰ πνεύματα, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας | 65 Bless the Lord, all you winds; sing hymns, and highly exalt him forever. |
66 εὐλογεῖτε, πῦρ καὶ καῦμα, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 66 Bless the Lord, fire and heat; sing hymns, and highly exalt him forever. |
67 εὐλογεῖτε, ψῦχος καὶ καύσων, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 67 Bless the Lord, frost and cold; sing hymns, and highly exalt him forever. |
68 εὐλογεῖτε, δρόσοι καὶ νιφετοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 68 Bless the Lord, dews and blizzard; sing hymns, and highly exalt him forever. |
69 εὐλογεῖτε, πάγος καὶ ψῦχος, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 69 Bless the Lord, frost and snow; sing hymns, and highly exalt him forever. |
70 εὐλογεῖτε, πάχναι καὶ χιόνες, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 70 Bless the Lord, night and days; sing hymns, and highly exalt him forever. |
71 εὐλογεῖτε, νύκτες καὶ ἡμέραι, τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 71 Bless the Lord, light and darkness; sing hymns, and highly exalt him forever. |
72 εὐλογεῖτε, φῶς καὶ σκότος, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 72 Bless the Lord, frost and cold; sing hymns, and highly exalt him forever. |
73 εὐλογεῖτε, ἀστραπαὶ καὶ νεφέλαι, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 73 Bless the Lord, lightnings and clouds; sing hymns, and highly exalt him forever. |
74 εὐλογείτω ἡ γῆ τὸν κύριον· ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας. | 74 Let the earth bless the Lord; let it sing hymns and highly exalt him forever. |
75 εὐλογεῖτε, ὄρη καὶ βουνοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 75 Bless the Lord, mountains and hills; sing hymns, and highly exalt him forever. |
76 εὐλογεῖτε, πάντα τὰ φυόμενα ἐν τῇ γῇ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 76 Bless the Lord, all that grows upon the ground; sing hymns, and highly exalt him forever. |
77 εὐλογεῖτε, αἱ πηγαί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 77 Bless the Lord, seas and rivers; sing hymns, and highly exalt him forever. |
78 εὐλογεῖτε, θάλασσαι καὶ ποταμοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 78 Bless the Lord, fountains; sing hymns, and highly exalt him forever. |
79 εὐλογεῖτε, κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασιν, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 79 Bless the Lord, whales and all that move in the waters; sing hymns, and highly exalt him forever. |
80 εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 80 Bless the Lord, all birds of the sky; sing hymns, and highly exalt him forever. |
81 εὐλογεῖτε, τὰ θηρία καὶ πάντα τὰ κτήνη, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 81 Bless the Lord, quadrupeds and wild animals of the land; sing hymns, and highly exalt him forever. |
82 εὐλογεῖτε, υἱοὶ τῶν ἀνθρώπων, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 82 Bless the Lord, all human beings; sing hymns, and highly exalt him forever. |
83 εὐλογείτω Ἰσραὴλ τὸν κύριον· ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας. | 83 Bless the Lord, Israēl; sing hymns, and highly exalt him forever. |
84 εὐλογεῖτε, ἱερεῖς κυρίου, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 84 Bless the Lord, priests; sing hymns, and highly exalt him forever. |
85 εὐλογεῖτε, δοῦλοι κυρίου, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 85 Bless the Lord, slaves, sing hymns, and highly exalt him forever. |
86 εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 86 Bless the Lord, spirits and righteous souls; sing hymns, and highly exalt him forever. |
87 εὐλογεῖτε, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 87 Bless the Lord, you who are virtuous and humble in heart; sing hymns and highly exalt him forever. |
88 εὐλογεῖτε, Ἁνανιὰ, Ἀζαριά, Μισαήλ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. | 88 Bless the Lord, Hananias, Azarias, Misaēl; sing hymns, and highly exalt him forever. |