Chapter 24
Division of Priests
1 Καὶ τοῖς υἱοῖς Ἀαρὼν διαιρέσεις· υἱοὶ Ἀαρὼν Ναδὰβ καὶ Ἀβιούδ, Ἐλεάζαρ καὶ Ἰθαμάρ· 2 καὶ ἀπέθανεν Ναδὰβ καὶ Ἀβιοὺδ ἐναντίον τοῦ πατρὸς αὐτῶν, καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς· καὶ ἱεράτευσεν Ἐλεάζαρ καὶ Ἰθαμὰρ υἱοὶ Ἀαρών. 3 καὶ διεῖλεν αὐτοὺς Δαυὶδ καὶ Σαδὼκ ἐκ τῶν υἱῶν Ἐλεάζαρ καὶ Ἀχιμελὲχ ἐκ τῶν υἱῶν Ἰθαμὰρ κατὰ τὴν ἐπίσκεψιν αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν. 4 καὶ εὑρέθησαν υἱοὶ Ἐλεάζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς Ἰθαμάρ, καὶ διεῖλεν αὐτούς τοῖς υἱοῖς Ἐλεάζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἓξ καὶ δέκα καὶ τοῖς υἱοῖς Ἰθαμὰρ κατ' οἴκους πατριῶν ὀκτώ. 5 καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους, ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες κυρίου ἐν τοῖς υἱοῖς Ἐλεάζαρ καὶ ἐν τοῖς υἱοῖς Ἰθαμάρ· 6 καὶ ἔγραψεν αὐτοὺς Σαμαίας υἱὸς Ναθαναὴλ ὁ γραμματεὺς ἐκ τοῦ Λευὶ κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ Σαδὼκ ὁ ἱερεὺς καὶ Ἀχιμελὲχ υἱὸς Ἀβιαθὰρ καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, οἴκου πατριᾶς εἷς εἷς τῷ Ἐλεάζαρ καὶ εἷς εἷς τῷ Ἰθαμάρ.
7 καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος τῷ Ἰαρίβ, τῷ Ἰδεῒα ὁ δεύτερος, 8 τῷ Χαρὴμ ὁ τρίτος, τῷ Σεωρὶμ ὁ τέταρτος, 9 τῷ Μελχία ὁ πέμπτος, τῷ Μιαμὶν ὁ ἕκτος, 10 τῷ Κῶς ὁ ἕβδομος τῷ Ἀβιὰ ὁ ὄγδοος, 11 τῷ Ἰησοῦ ὁ ἔνατος τῷ Σεχενία ὁ δέκατος, 12 τῷ Ἐλιασὶβ ὁ ἑνδέκατος τῷ Ἰακὶμ ὁ δωδέκατος, 13 τῷ Ὀχχοφφὰ ὁ τρισκαιδέκατος, τῷ Ἰσβαὰλ ὁ τεσσαρεσκαιδέκατος, 14 τῷ Βελγὰ ὁ πεντεκαιδέκατος, τῷ Ἐμμὴρ ὁ ἑκκαιδέκατος, 15 τῷ Χηζὶρ ὁ ἑπτακαιδέκατος, τῷ Ἀφεσσὴ ὁ ὀκτωκαιδέκατος, 16 τῷ Φεταία ὁ ἐννεακαιδέκατος, τῷ Ἐζεκὴλ ὁ εἰκοστός, 17 τῷ Ἰαχὶν ὁ εἷς καὶ εἰκοστός, τῷ Γαμοὺλ ὁ δεύτερος καὶ εἰκοστός, 18 τῷ Δαλαία ὁ τρίτος καὶ εἰκοστός, τῷ Μαασαὶ ὁ τέταρτος καὶ εἰκοστός. 19 αὕτη ἡ ἐπίσκεψις αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν τοῦ εἰσπορεύεσθαι εἰς οἶκον κυρίου κατὰ τὴν κρίσιν αὐτῶν διὰ χειρὸς Ἀαρὼν πατρὸς αὐτῶν ὡς ἐνετείλατο κύριος ὁ θεὸς Ἰσραήλ.
20 Καὶ τοῖς υἱοῖς Λευὶ τοῖς καταλοίποις· τοῖς υἱοῖς Ἀμβρὰμ Σουβαήλ· τοῖς υἱοῖς Σουβαὴλ Ἰαδία. 21 τῷ Ῥααβιὰ ὁ ἄρχων Ἰεσίας. 22 καὶ τῷ Ἰσσαρὶ Σαλωμώθ· τοῖς υἱοῖς Σαλωμὼθ Ἰάθ. 23 υἱοὶ Ἰεδιού· Ἀμαδιὰ ὁ δεύτερος, Ἰαζιὴλ ὁ τρίτος, Ἰοκὸμ ὁ τέταρτος. 24 υἱοὶ Ὀζιὴλ Μιχά· υἱοὶ Μιχὰ Σαμήρ. 25 ἀδελφὸς Μιχὰ Ἰσιά· υἱοὶ Ἰσιὰ Ζαχαρία. 26 υἱοὶ Μεραρὶ Μοολὶ καὶ Μουσί, υἱοὶ Ὀζία, υἱοὶ Βοννί. 27 υἱοὶ Μεραρὶ τῷ Ὀζίᾳ, υἱοὶ αὐτοῦ Ἰσοὰμ καὶ Ζακχοὺρ καὶ Ἀβδί. 28 τῷ Μοολὶ Ἐλεάζαρ καὶ Ἰθαμάρ· καὶ ἀπέθανεν Ἐλεάζαρ, καὶ οὐκ ἦσαν αὐτῷ υἱοί. 29 τῷ Κίς· υἱοὶ τοῦ Κὶς Ἰραμαήλ. 30 καὶ υἱοὶ τοῦ Μουσὶ Μοολὶ καὶ Ἐδὲρ καὶ Ἰαριμώθ. οὗτοι υἱοὶ τῶν Λευιτῶν κατ' οἴκους πατριῶν αὐτῶν. 31 καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτῶν υἱοὶ Ἀαρὼν ἐναντίον τοῦ βασιλέως καὶ Σαδὼκ καὶ Ἀχιμελὲχ καὶ ἀρχόντων πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, πατριάρχαι Ἀραὰβ καθὼς οἱ ἀδελφοὶ αὐτοῦ οἱ νεώτεροι.