top Isaiah ch 64

Chapter 64

Prayer for Mercy and Help

1 [EN=64:2] ὡς κηρὸς ἀπὸ πυρὸς τήκεται. καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ φανερὸν ἔσται τὸ ὄνομα κυρίου ἐν τοῖς ὑπεναντίοις· ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται. 2 [EN=64:3] ὅταν ποιῇς τὰ ἔνδοξα, τρόμος λήμψεται ἀπὸ σου ὄρη. 3 [EN=64:4] ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον θεὸν πλὴν σου καὶ τὰ ἔργα σου, ποιήσεις τοῖς ὑπομένουσιν ἔλεον.

4 [EN=64:5] συναντήσεται γὰρ τοῖς ποιοῦσιν τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν· διὰ τοῦτο ἐπλανήθημεν. 5 [EN=64:6] καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμεῖς, ὡς ῥάκος ἀποκαθημένης πᾶσα δικαιοσύνη ἡμῶν· καὶ ἐξερρύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμῶν, οὕτως ἄνεμος οἴσει ἡμᾶς. 6 [EN=64:7] καὶ οὐκ ἔστιν ἐπικαλούμενος τὸ ὄνομά σου καὶ μνησθεὶς ἀντιλαβέσθαι σου· ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ' ἡμῶν καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν. 7 [EN=64:8] καὶ νῦν, κύριε, πατὴρ ἡμῶν σύ, ἡμεῖς δὲ πηλὸς ἔργον τῶν χειρῶν σου πάντες·

8 [EN=64:9] μὴ ὀργίζου ἡμῖν σφόδρα καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν. καὶ νῦν ἐπίβλεψον, ὅτι λαός σου πάντες ἡμεῖς. 9 [EN=64:10] πόλις τοῦ ἁγίου σου ἐγενήθη ἔρημος, Σιὼν ὡς ἔρημος ἐγενήθη, Ἱερουσαλὴμ εἰς κατάραν. 10 [EN=64:11]  οἶκος, τὸ ἅγιον ἡμῶν, καὶ δόξα, ἣν ηὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήθη πυρίκαυστος, καὶ πάντα τὰ ἔνδοξα συνέπεσεν. 11 [EN=64:12] καὶ ἐπὶ πᾶσι τούτοις ἀνέσχου, κύριε, καὶ ἐσιώπησας καὶ ἐταπείνωσας ἡμᾶς σφόδρα.