top Joshua ch 19

Chapter 19

Codex Vaticanus
Βατικανὸς Κῶδιξ

Codex Alexandrinus
Ἀλεξανδρινὸς Κῶδιξ'

Territory of Simeon

1 Καὶ ἐξῆλθεν δεύτερος κλῆρος τῶν υἱῶν Συμεών, καὶ ἐγενήθη κληρονομία αὐτῶν ἀνὰ μέσον κλήρων υἱῶν Ἰούδα. 2 καὶ ἐγενήθη κλῆρος αὐτῶν Βηρσαβεὲ καὶ Σαμαὰ καὶ Κωλαδὰμ 3 καὶ Ἀρσωλὰ καὶ Βωλὰ καὶ Ἀσὸμ 4 καὶ Ἐλθουλὰ καὶ Βουλὰ καὶ Ἑρμὰ 5 καὶ Σικελὰκ καὶ Βαιθμαχερὲβ καὶ Σαρσουσὶν 6 καὶ Βαθαρὼθ καὶ οἱ ἀγροὶ αὐτῶν πόλεις δέκα τρεῖς καὶ αἱ κῶμαι αὐτῶν· 7 Ἐρεμμὼν καὶ Θαλχὰ καὶ Ἐθὲρ καὶ Ἀσάν, πόλεις τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν 8 κύκλῳ τῶν πόλεων αὐτῶν ἕως Βαρὲκ πορευομένων Βαμὲθ κατὰ λίβα. αὕτη κληρονομία φυλῆς υἱῶν Συμεὼν κατὰ δήμους αὐτῶν. 9 ἀπὸ τοῦ κλήρου Ἰούδα κληρονομία φυλῆς υἱῶν Συμεών, ὅτι ἐγενήθη μερὶς υἱῶν Ἰούδα μείζων τῆς αὐτῶν· καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Συμεὼν ἐν μέσῳ τοῦ κλήρου αὐτῶν. 1 Καὶ ἐξῆλθεν κλῆρος δεύτερος τῷ Συμεὼν καὶ ἐγενήθη κληρονομία αὐτῶν ἀνὰ μέσον κλήρου υἱῶν Ἰούδα. 2 καὶ ἐγενήθη κλῆρος αὐτῶν Βηρσαβεὲ καὶ Σαβεὲ καὶ Μωλαδὰ 3 καὶ Ἀσερσουὰλ καὶ Βαθοὺλ καὶ Βωλὰ καὶ Ἀσὸμ 4 καὶ Ἐλθουλὰδ καὶ Ἑρμὰ 5 καὶ Σεκελὰ καὶ Βαιθαμμαρχαβὼθ καὶ Ἀσερσουσὶμ 6 καὶ Βαιθλαβὰθ καὶ οἱ ἀγροὶ αὐτῶνπόλεις δέκα τρεῖς καὶ αἱ κῶμαι αὐτῶν· 7 Αἴν καὶ Ῥεμμὼν καὶ Ἐθὲρ καὶ Ἀσάνπόλεις τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν, 8 αἱ περικύκλῳ τῶν πόλεων τούτων ἕως Βααλεθβηρραμὼθ πορευομένων Ἰαμὲθ κατὰ λίβα. αὕτη κληρονομία φυλῆς υἱῶν Συμεὼν κατὰ δήμους αὐτῶν. 9 ἀπὸ τοῦ κλήρου Ἰούδα κληρονομία φυλῆς υἱῶν Συμεών. ὅτι ἐγενήθη μερὶς υἱῶν Ἰούδα μείζων τῆς αὐτῶν, καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Συμεὼν ἐν μέσῳ τοῦ κλήρου αὐτῶν.

Territory of Zebulun

10 Καὶ ἐξῆλθεν κλῆρος τρίτος τῷ Ζαβουλὼν κατὰ δήμους αὐτῶν. ἔσται τὰ ὅρια τῆς κληρονομίας αὐτῶν Ἐσεδὲκ 11 Γωλά· ὅρια αὐτῶν θάλασσα καὶ Μαραγελλὰ καὶ συνάψει ἐπὶ Βαιθάραβα εἰς τὴν φάραγγα, ἐστιν κατὰ πρόσωπον Ἰεκμάν, 12 καὶ ἀνέστρεψεν ἀπὸ Σεδδοὺκ ἐξ ἐναντίας ἀπ' ἀνατολῶν Βαιθσαμὺς ἐπὶ τὰ ὅρια Χασελωθαὶθ καὶ διελεύσεται ἐπὶ Δαβιρὼθ καὶ προσαναβήσεται ἐπὶ Φαγγαὶ 13 καὶ ἐκεῖθεν περιελεύσεται ἐξ ἐναντίας ἐπ' ἀνατολὰς ἐπὶ Γεβερὲ ἐπὶ πόλιν Κατασὲμ καὶ διελεύσεται ἐπὶ Ῥεμμωνὰ Ἀμαθὰρ Ἀοζὰ 14 καὶ περιελεύσεται ὅρια ἐπὶ βορρᾶν ἐπὶ Ἀμώθ, καὶ ἔσται διέξοδος αὐτῶν ἐπὶ Γαιφαὴλ 15 καὶ Κατανὰθ καὶ Ναβαὰλ καὶ Συμοὼν καὶ Ἰεριχὼ καὶ Βαιθμάν. 16 αὕτη κληρονομία φυλῆς υἱῶν Ζαβουλὼν κατὰ δήμους αὐτῶν, πόλεις καὶ αἱ κῶμαι αὐτῶν. 10 Καὶ ἐξῆλθεν κλῆρος τρίτος τῷ Ζαβουλὼν κατὰ δήμους αὐτῶν. καὶ ἔσται τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἕως Σαρίδ· 11 τὰ ὅρια αὐτῶν θάλασσα καὶ Μαραλά, καὶ συνάψει ἐπὶ Δαβασθαὶ εἰς τὴν φάραγγα ἐστιν κατὰ πρόσωπον Ἰεκνάμ. 12 καὶ ἀναστρέψει ἀπὸ Σαρὶδ ἐξ ἐναντίας ἀπὸ ἀνατολῶν Σὰμς ἐπὶ τὰ ὅρια Χασαλὼθ Θαβώρ, καὶ διελεύσεται ἐπὶ Δαβρὰθ καὶ προσαναβήσεται ἐπὶ Ἰαφαγαί, 13 καὶ ἐκεῖθεν περιελεύσεται ἐξ ἐναντίας ἐπ' ἀνατολὰς ἐπὶ Γεθθὰ ἐπὶ πόλιν Κασίμ, καὶ διελεύσεται ἐπὶ Ῥεμμὼν Ἀμμαθαρὶμ Ἀννουά, 14 καὶ περιελεύσεται ἐπὶ τὰ ὅρια βορρᾶ ἐπὶ Ἐνναθώθ, καὶ ἔσται διέξοδος αὐτῶν ἐπὶ Γαιιεφθαὴλ 15 καὶ Καττὰθ καὶ Νααλὼλ καὶ Σεμρὼν καὶ Ἰαδηλὰ καὶ Βαιθλεέμ. 16 αὕτη κληρονομία τῆς φυλῆς υἱῶν Ζαβουλὼν κατὰ δήμους αὐτῶν αἱ πόλεις αὗται καὶ αἱ κῶμαι αὐτῶν.

Territory of Issachar

17 Καὶ τῷ Ἰσσαχὰρ ἐξῆλθεν κλῆρος τέταρτος. 18 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Ἰαζὴλ καὶ Χασαλὼθ καὶ Σουνὰν 19 καὶ Ἀγὶν καὶ Σιωνὰ καὶ Ῥεηρὼθ καὶ Ἀναχερὲθ 20 καὶ Δαβιρὼν καὶ Κισῶν καὶ Ῥεβὲς 21 καὶ Ῥεμμὰς καὶ Ἰεὼν καὶ Τομμὰν καὶ Αἰμαρὲκ καὶ Βηρσαφής, 22 καὶ συνάψει τὰ ὅρια ἐπὶ Γαιθβὼρ καὶ ἐπὶ Σαλὶμ κατὰ θάλασσαν καὶ Βαιθσαμύς, καὶ ἔσται αὐτοῦ διέξοδος τῶν ὁρίων Ἰορδάνης. 23 αὕτη κληρονομία φυλῆς υἱῶν Ἰσσαχὰρ κατὰ δήμους αὐτῶν αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν. 17 Καὶ τῷ Ἰσσαχὰρ ἐξῆλθεν κλῆρος τέταρτος. 18 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Ἰεζραὲλ καὶ Ἀχασελὼθ καὶ Σουνὰμ 19 καὶ Ἀφεραῒμ καὶ Σιὰν καὶ Ῥενὰθ καὶ Ἀναρὲθ 20 καὶ Ῥαββὼθ καὶ Κεσιὼν καὶ Ἀεμὲ 21 καὶ Ῥαμὰθ καὶ Ἠνγαννὶμ καὶ Ἠναδδὰ καὶ Βαιθφασής, 22 καὶ συνάψει τὰ ὅρια ἐπὶ Θαβὼθ καὶ ἐπὶ Σασιμὰ κατὰ θάλασσαν καὶ Βαιθσαμύς, καὶ ἔσται διέξοδος τῶν ὁρίων αὐτῶν Ἰορδάνης. 23 αὕτη κληρονομία φυλῆς υἱῶν Ἰσσαχὰρ κατὰ δήμους, αὐτῶν αἱ πόλεις καὶ αἱ ἐπαύλεις αὐτῶν.

Territory of Asher

24 Καὶ ἐξῆλθεν κλῆρος πέμπτος Ἀσήρ. 25 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν ἐξ Ἐλεκὲθ καὶ Ἀλὲφ καὶ Βαιθὸκ καὶ Κεὰφ 26 καὶ Ἐλιμελὲκ καὶ Ἀμιὴλ καὶ Μαασὰ καὶ συνάψει τῷ Καρμήλῳ κατὰ θάλασσαν καὶ τῷ Σιὼν καὶ Λαβανὰθ 27 καὶ ἐπιστρέψει ἀπ' ἀνατολῶν ἡλίου καὶ Βαιθεγενὲθ καὶ συνάψει τῷ Ζαβουλὼν καὶ ἐκ Γαὶ καὶ Φθαιὴλ κατὰ βορρᾶν, καὶ εἰσελεύσεται ὅρια Σαφθαιβαιθμὲ καὶ Ἰναὴλ καὶ διελεύσεται εἰς Χωβὰ μασομέλ, 28 καὶ Ἐλβὼν καὶ Ῥαὰβ καὶ Ἐμεμαὼν καὶ Κανθὰν ἕως Σιδῶνος τῆς μεγάλης, 29 καὶ ἀναστρέψει τὰ ὅρια εἰς Ῥαμὰ καὶ ἕως πηγῆς Μασφασσὰτ καὶ τῶν Τυρίων, καὶ ἀναστρέψει τὰ ὅρια ἐπὶ Ἰασίφ, καὶ ἔσται διέξοδος αὐτοῦ θάλασσα καὶ ἀπὸ Λὲβ καὶ Ἐχοζὸβ 30 καὶ Ἀρχὼβ καὶ Ἀφὲκ καὶ Ῥααῦ. 31 αὕτη κληρονομία φυλῆς υἱῶν Ἀσὴρ κατὰ δήμους αὐτῶν πόλεις καὶ αἱ κῶμαι αὐτῶν. 24 Καὶ ἐξῆλθεν κλῆρος πέμπτος Ἀσὴρ κατὰ δήμους αὐτῶν. 25 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Χελκὰθ καὶ Ὀολὶ καὶ Βατνὲ καὶ Ἀχσὰφ 26 καὶ Ἀμὰδ καὶ Μασάλ, καὶ συνάψει τῷ Καρμήλῳ κατὰ θάλασσαν καὶ τῷ Σιὼρ καὶ Λαβανάθ, 27 καὶ ἐπιστρέψει ἀπ' ἀνατολῶν ἡλίου Βηθδαγὼν καὶ συνάψει τῷ Ζαβουλὼν καὶ ἐν Γαὶ Ἰεφθαὴλ κατὰ βορρᾶν, καὶ εἰσελεύσεται τὰ ὅρια Σαφθαβηθαεμὲκ καὶ πορεύσεται τὸ μεθόριον Ἀνιὴλ καὶ διελεύσεται εἰς Χαβὼλ ἀπὸ ἀριστερῶν 28 καὶ Ἀχρὰν καὶ Ῥοὼβ καὶ Ἀμὼν καὶ Κανὰ ἕως Σιδῶνος τῆς μεγάλης, 29 καὶ ἀναστρέψει τὰ ὅρια εἰς Ῥαμὰ καὶ ἕως πόλεως ὀχυρώματος τῶν Τυρίων, καὶ ἀναστρέψει τὰ ὅρια ἐπὶ Ὠσά, καὶ ἔσται διέξοδος αὐτοῦ θάλασσα καὶ ἀπὸ τοῦ σχοινίσματος Ἀχζὶφ 30 καὶ Ἀμμὰ καὶ Ἀφὲκ καὶ Ῥαώβπόλεις εἴκοσι δύο. 31 αὕτη κληρονομία φυλῆς υἱῶν Ἀσὴρ κατὰ δήμους αὐτῶν πόλεις αὐτῶν καὶ αἱ κῶμαι αὐτῶν.

Territory of Naphtali

32 Καὶ τῷ Νεφθαλὶ ἐξῆλθεν κλῆρος ἕκτος. 33 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Μοολὰμ καὶ Μωλὰ καὶ Βεσεμιὶν καὶ Ἀρμὲ καὶ Ναβὼκ καὶ Ἰεφθαμαὶ ἕως Δωδάμ, καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐτοῦ Ἰορδάνης· 34 καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν Ἐνὰθ Θαβὼρ καὶ διελεύσεται ἐκεῖθεν Ἰακανὰ καὶ συνάψει τῷ Ζαβουλὼν ἀπὸ νότου καὶ Ἀσὴρ συνάψει κατὰ θάλασσαν, καὶ Ἰορδάνης ἀπ' ἀνατολῶν ἡλίου. 35 καὶ αἱ πόλεις τειχήρεις τῶν Τυρίων Τύρος καὶ Ὠμαθά, Δακὲθ καὶ Κενερὲθ 36 καὶ Ἀρμαὶθ καὶ Ἀραὴλ καὶ Ἀσὼρ 37 καὶ Καδὲς καὶ Ἀσσαρὶ καὶ πηγὴ Ἀσὸρ 38 καὶ Κερωὲ καὶ Μεγαλά, Ἀρὶμ καὶ Βαιθθαμὲ καὶ Θεσσαμύς. 39 αὕτη κληρονομία φυλῆς υἱῶν Νεφθαλί. 32 καὶ τῷ Νεφθαλὶ ἐξῆλθεν κλῆρος ἕκτος. 33 καὶ ἐγένετο τὰ ὅρια αὐτῶν Μεελὲφ καὶ Μαηλὼν καὶ Βεσενανὶμ καὶ Ἀρμαὶ καὶ Νακὲβ καὶ Ἰαβνὴλ ἕως Λάκου, καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐτοῦ Ἰορδάνης, 34 καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν Ἀζανὼθ Θαβὼρ καὶ διελεύσεται ἐκεῖθεν εἰς Ἰκὼκ καὶ συνάψει τῷ Ζαβουλὼν ἀπὸ νότου καὶ τῷ Ἀσὴρ συνάψει κατὰ θάλασσαν, καὶ Ἰορδάνης ἀπ' ἀνατολῶν ἡλίου. 35 καὶ πόλεις τειχήρεις τῶν Τυρίων· Τύρος καὶ Ἀμὰθ καὶ Ῥεκκὰθ καὶ Χενερὲθ 36 καὶ Ἀδαμὶ καὶ Ῥαμὰ καὶ Ἀσὼρ 37 καὶ Κεδὲς καὶ Ἐδραῒ καὶ πηγὴ Ἀσὸρ 38 καὶ Ἰαριὼν καὶ Μαγδαλιήλ, Ὠρὰμ καὶ Βαιθανὰθ καὶ Θασμούςπόλεις δέκα ἐννέα. 39 αὕτη κληρονομία φυλῆς υἱῶν Νεφθαλί.

Territory of Dan

40 Καὶ τῷ Δὰν ἐξῆλθεν κλῆρος ἕβδομος. 41 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Σαρὰθ καὶ Ἀσά, πόλεις Σαμμαῦς 42 καὶ Σαλαβὶν καὶ Ἀμμὼν καὶ Σιλαθὰ 43 καὶ Αἰλὼν καὶ Θαμναθὰ καὶ Ἀκκαρὼν 44 καὶ Ἀλκαθὰ καὶ Βεγεθὼν καὶ Γεβεελὰν 45 καὶ Ἀζὼρ καὶ Βαναιβακὰτ καὶ Γεθρεμμών, 40 Καὶ τῷ Δὰν ἐξῆλθεν κλῆρος ἕβδομος. 41 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Σαραὰ καὶ Ἐσθαὸλ καὶ πόλις Σαμὲς 42 καὶ Σαλαβὶν καὶ Ἰααλὼν καὶ Ἰεθλὰ 43 καὶ Αἰλὼν καὶ Θαμνὰ καὶ Ἀκκαρὼν 44 καὶ Ἐλθεκὼ καὶ Γαβαθὼν καὶ Βααλὼν 45 καὶ Ἰοὺθ καὶ Βανηβαρὰκ καὶ Γεθρεμμών,

46 καὶ ἀπὸ θαλάσσης Ἰερακὼν ὅριον πλησίον Ἰόππης. 47 [MT: 19:48] αὕτη κληρονομία φυλῆς υἱῶν Δὰν κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ κῶμαι αὐτῶν. 47a καὶ οὐκ ἐξέθλιψαν οἱ υἱοὶ Δὰν τὸν Ἀμορραῖον τὸν θλίβοντα αὐτοὺς ἐν τῷ ὄρει· καὶ οὐκ εἴων αὐτοὺς οἱ Ἀμορραῖοι καταβῆναι εἰς τὴν κοιλάδα καὶ ἔθλιψαν ἀπ' αὐτῶν τὸ ὅριον τῆς μερίδος αὐτῶν. 48 [MT: 19:47] καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ἰούδα καὶ ἐπολέμησαν τὴν Λαχὶς καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι μαχαίρας καὶ κατῴκησαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτῆς Λασενδάκ. 48a καὶ Ἀμορραῖος ὑπέμεινεν τοῦ κατοικεῖν ἐν Ἐλὼμ καὶ ἐν Σαλαμὶν καὶ ἐβαρύνθη χεὶρ τοῦ Ἐφραὶμ ἐπ' αὐτούς, καὶ ἐγένοντο αὐτοῖς εἰς φόρον.

49 Καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν κατὰ τὸ ὅριον αὐτῶν. καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ κλῆρον Ἰησοῖ τῷ υἱῷ Ναυὴ ἐν αὐτοῖς 50 διὰ προστάγματος τοῦ θεοῦ· καὶ ἔδωκαν αὐτῷ τὴν πόλιν, ἣν ᾐτήσατο, Θαμνασαράχ, ἐστιν ἐν τῷ ὄρει Ἐφραίμ· καὶ ᾠκοδόμησεν τὴν πόλιν καὶ κατῴκει ἐν αὐτῇ.

51 Αὗται αἱ διαιρέσεις, ἃς κατεκληρονόμησεν Ἐλεάζαρ ἱερεὺς καὶ Ἰησοῦς τοῦ Ναυὴ καὶ οἱ ἄρχοντες τῶν πατριῶν ἐν ταῖς φυλαῖς Ἰσραὴλ κατὰ κλήρους ἐν Σηλὼ ἐναντίον κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν.