Psalm 119 (120)
1 [MT=120:1] Πρὸς κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέν μου. 2 [MT=120:2] κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας. 3 [MT=120:3] τί δοθείη σοί καὶ τί προστεθείη σοί πρὸς γλῶσσαν δολίαν; 4 [MT=120:4] τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξιν τοῖς ἐρημικοῖς.
5 [MT=120:5] Οἴμμοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ. 6 [MT=120:6] πολλὰ παρῴκησεν ἡ ψυχή μου. 7 [MT=120:7] μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς ἐπολέμουν με δωρεάν.