top Psalm 120 (121)

Psalm 120 (121)


ᾨδὴ τῶν ἀναβαθμῶν.

1 [MT=121:1] Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, πόθεν ἥξει βοήθειά μου; 2 [MT=121:2]  βοήθειά μου παρὰ κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. 3 [MT=121:3] μὴ δῷς εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ φυλάσσων σε. 4 [MT=121:4] ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει φυλάσσων τὸν Ἰσραήλ. 5 [MT=121:5] κύριος φυλάξει σε, κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου· 6 [MT=121:6] ἡμέρας ἥλιος οὐ συγκαύσει σὲ οὐδὲ σελήνη τὴν νύκτα. 7 [MT=121:7] κύριος φυλάξει σὲ ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου. 8 [MT=121:8] κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.