top Psalm 121 (122)

Psalm 121 (122)


ᾨδὴ τῶν ἀναβαθμῶν.

1 [MT=122:1] Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσιν μοι, εἰς οἶκον κυρίου πορευσόμεθα. 2 [MT=122:2] ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ. 3 [MT=122:3] Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις ἧς μετοχὴ αὐτῆς ἐπὶ1 τὸ αὐτό. 4 [MT=122:4] ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί, φυλαὶ κυρίου μαρτύριον τῷ Ἰσραὴλ τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι κυρίου· 5 [MT=122:5] ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυίδ.

6 [MT=122:6] Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλήμ, καὶ εὐθηνία τοῖς ἀγαπῶσίν σε· 7 [MT=122:7] γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσίν σου. 8 [MT=122:8] ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ· 9 [MT=122:9] ἕνεκα τοῦ οἴκου κυρίου τοῦ θεοῦ ἡμῶν ἐξεζήτησα ἀγαθά σοι.