Psalm 118 (119)
α αλεφ
1 [MT=119:1] Μακάριοι
οἱ
ἄμωμοι
ἐν
ὁδῷ
οἱ
πορευόμενοι
ἐν
νόμῳ
κυρίου.
2 [MT=119:2] μακάριοι
οἱ
ἐξερευνῶντες
τὰ
μαρτύρια
αὐτοῦ·
ἐν
ὅλῃ
καρδίᾳ
ἐκζητήσουσιν
αὐτόν.
3 [MT=119:3] οὐ
γὰρ
οἱ
ἐργαζόμενοι
τὴν
ἀνομίαν
ἐν
ταῖς
ὁδοῖς
αὐτοῦ
ἐπορεύθησαν.
4 [MT=119:4] σὺ
ἐνετείλω
τὰς
ἐντολάς
σου
φυλάξασθαι
σφόδρα.
5 [MT=119:5] ὄφελον
κατευθυνθείησαν
αἱ
ὁδοί
μου
τοῦ
φυλάξασθαι
τὰ
δικαιώματά
σου.
6 [MT=119:6] τότε
οὐ
μὴ
ἐπαισχυνθῶ
ἐν
τῷ
με
ἐπιβλέπειν
ἐπὶ
πάσας
τὰς
ἐντολάς
σου.
7 [MT=119:7] ἐξομολογήσομαί
σοι,
κύριε,
ἐν
εὐθύτητι
καρδίας
ἐν
τῷ
μεμαθηκέναι
με
τὰ
κρίματα
τῆς
δικαιοσύνης
σου.
8 [MT=119:8] τὰ
δικαιώματά
σου
φυλάξω·
μή
με
ἐγκαταλίπῃς
ἕως
σφόδρα.
β βηθ
9 [MT=119:9] Ἐν
τίνι
κατορθώσει
ὁ
νεώτερος
τὴν
ὁδὸν
αὐτοῦ;
ἐν
τῷ
φυλάσσεσθαι
τοὺς
λόγους
σου.
10 [MT=119:10] ἐν
ὅλῃ
καρδίᾳ
μου
ἐξεζήτησά
σε·
μὴ
ἀπώσῃ
με
ἀπὸ
τῶν
ἐντολῶν
σου.
11 [MT=119:11] ἐν
τῇ
καρδίᾳ
μου
ἔκρυψα
τὰ
λόγιά
σου,
ὅπως
ἄν
μὴ
ἁμάρτω
σοι.
12 [MT=119:12] εὐλογητὸς
εἶ,
κύριε·
δίδαξόν
με
τὰ
δικαιώματά
σου.
13 [MT=119:13] ἐν
τοῖς
χείλεσίν
μου
ἐξήγγειλα
πάντα
τὰ
κρίματα
τοῦ
στόματός
σου.
14 [MT=119:14] ἐν
τῇ
ὁδῷ
τῶν
μαρτυρίων
σου
ἐτέρφθην
ὡς
ἐπὶ
παντὶ
πλούτῳ.
15 [MT=119:15] ἐν
ταῖς
ἐντολαῖς
σου
ἀδολεσχήσω
καὶ
κατανοήσω
τὰς
ὁδούς
σου.
16 [MT=119:16] ἐν
τοῖς
δικαιώμασίν
σου
μελετήσω,
οὐκ
ἐπιλήσομαι
τῶν
λόγων
σου.
γ γιμαλ
17 [MT=119:17] Ἀνταπόδος
τῷ
δούλῳ
σου·
ζήσομαι
καὶ
φυλάξω
τοὺς
λόγους
σου.
18 [MT=119:18] ἀποκάλυψον
τοὺς
ὀφθαλμούς
μου,
καὶ
κατανοήσω
τὰ
θαυμάσιά
σου
ἐκ
τοῦ
νόμου
σου.
19 [MT=119:19] πάροικος
ἐγώ
εἰμι
ἐν
τῇ
γῇ·
μὴ
ἀποκρύψῃς
ἀπ'
ἐμοῦ
τὰς
ἐντολάς
σου.
20 [MT=119:20] ἐπεπόθησεν
ἡ
ψυχή
μου
τοῦ
ἐπιθυμῆσαι
τὰ
κρίματά
σου
ἐν
παντὶ
καιρῷ.
21 [MT=119:21] ἐπετίμησας
ὑπερηφάνοις·
ἐπικατάρατοι
οἱ
ἐκκλίνοντες
ἀπὸ
τῶν
ἐντολῶν
σου.
22 [MT=119:22] περίελε
ἀπ'
ἐμοῦ
ὄνειδος
καὶ
ἐξουδένωσιν,
ὅτι
τὰ
μαρτύριά
σου
ἐξεζήτησα.
23 [MT=119:23] καὶ
γὰρ
ἐκάθισαν
ἄρχοντες
καὶ
κατ'
ἐμοῦ
κατελάλουν,
ὁ
δὲ
δοῦλός
σου
ἠδολέσχει
ἐν
τοῖς
δικαιώμασίν
σου.
24 [MT=119:24] καὶ
γὰρ
τὰ
μαρτύριά
σου
μελέτη
μού
ἐστιν,
καὶ
αἱ
συμβουλίαι
μου
τὰ
δικαιώματά
σου.
δ δελεθ
25 [MT=119:25] Ἐκολλήθη
τῷ
ἐδάφει
ἡ
ψυχή
μου
ζῆσόν
με
κατὰ
τὸν
λόγον
σου.
26 [MT=119:26] τὰς
ὁδούς
μου
ἐξήγγειλα,
καὶ
ἐπήκουσάς
μου·
δίδαξόν
με
τὰ
δικαιώματά
σου.
27 [MT=119:27] ὁδὸν
δικαιωμάτων
σου
συνέτισόν
με,
καὶ
ἀδολεσχήσω
ἐν
τοῖς
θαυμασίοις
σου.
28 [MT=119:28] ἔσταξεν
ἡ
ψυχή
μου
ἀπὸ
ἀκηδίας·
βεβαίωσόν
με
ἐν
τοῖς
λόγοις
σου.
29 [MT=119:29] ὁδὸν
ἀδικίας
ἀπόστησον
ἀπ'
ἐμοῦ
καὶ
τῷ
νόμῳ
σου
ἐλέησόν
με.
30 [MT=119:30] ὁδὸν
ἀληθείας
ᾑρετισάμην,
τὰ
κρίματά
σου
οὐκ
ἐπελαθόμην.
31 [MT=119:31] ἐκολλήθην
τοῖς
μαρτυρίοις
σου·
κύριε,
μή
με
καταισχύνῃς.
32 [MT=119:32] ὁδὸν
ἐντολῶν
σου
ἔδραμον,
ὅταν
ἐπλάτυνας
τὴν
καρδίαν
μου.
ε η
33 [MT=119:33] Νομοθέτησόν
με,
κύριε,
τὴν
ὁδὸν
τῶν
δικαιωμάτων
σου,
καὶ
ἐκζητήσω
αὐτὴν
διὰ
παντός.1
34 [MT=119:34] συνέτισόν
με,
καὶ
ἐξερευνήσω
τὸν
νόμον
σου
καὶ
φυλάξω
αὐτὸν
ἐν
ὅλῃ
καρδίᾳ
μου.
35 [MT=119:35] ὁδήγησόν
με
ἐν
τρίβῳ
τῶν
ἐντολῶν
σου,
ὅτι
αὐτὴν
ἠθέλησα.
36 [MT=119:36] κλῖνον
τὴν
καρδίαν
μου
εἰς
τὰ
μαρτύριά
σου
καὶ
μὴ
εἰς
πλεονεξίαν.
37 [MT=119:37] ἀπόστρεψον
τοὺς
ὀφθαλμούς
μου
τοῦ
μὴ
ἰδεῖν
ματαιότητα,
ἐν
τῇ
ὁδῷ
σου
ζῆσόν
με.
38 [MT=119:38] στῆσον
τῷ
δούλῳ
σου
τὸ
λόγιόν
σου
εἰς
τὸν
φόβον
σου.
39 [MT=119:39] περίελε
τὸν
ὀνειδισμόν
μου,
ὃν
ὑπώπτευσα·
τὰ
γὰρ
κρίματά
σου
χρηστά.
40 [MT=119:40] ἰδοὺ
ἐπεθύμησα
τὰς
ἐντολάς
σου·
ἐν
τῇ
δικαιοσύνῃ
σου
ζῆσόν
με.
ϛ ουαυ
41 [MT=119:41] Καὶ
ἔλθοι
ἐπ'
ἐμὲ
τὸ
ἔλεός
σου,
κύριε,
τὸ
σωτήριον
σου
κατὰ
τὸ
λόγιόν
σου.
42 [MT=119:42] καὶ
ἀποκριθήσομαι
τοῖς
ὀνειδίζουσί
με
λόγον,
ὅτι
ἤλπισα
ἐπὶ
τοὺς
λόγους
σου.
43 [MT=119:43] καὶ
μὴ
περιέλῃς
ἐκ
τοῦ
στόματός
μου
λόγον
ἀληθείας
ἕως
σφόδρα,
ὅτι
ἐπὶ
τὰ
κρίματά
σου
ἐπήλπισα.
44 [MT=119:44] καὶ
φυλάξω
τὸν
νόμον
σου
διὰ
παντός,1
εἰς
τὸν
αἰῶνα
καὶ
εἰς
τὸν
αἰῶνα
τοῦ
αἰῶνος.
45 [MT=119:45] καὶ
ἐπορευόμην
ἐν
πλατυσμῷ,
ὅτι
τὰς
ἐντολάς
σου
ἐξεζήτησα.
46 [MT=119:46] καὶ
ἐλάλουν
ἐν
τοῖς
μαρτυρίοις
σου
ἐναντίον
βασιλέων
καὶ
οὐκ
ᾐσχυνόμην.
47 [MT=119:47] καὶ
ἐμελέτων
ἐν
ταῖς
ἐντολαῖς
σου,
αἷς
ἠγάπησα
σφόδρα.
48 [MT=119:48] καὶ
ἦρα
τὰς
χεῖράς
μου
πρὸς
τὰς
ἐντολάς
σου,
ἃς
ἠγάπησα,
καὶ
ἠδολέσχουν
ἐν
τοῖς
δικαιώμασίν
σου.
ζ ζαιν
49 [MT=119:49] Μνήσθητι
τὸν
λόγον
σου
τῷ
δούλῳ,
σου
ᾧ
ἐπήλπισάς
με.
50 [MT=119:50] αὕτη
με
παρεκάλεσεν
ἐν
τῇ
ταπεινώσει
μου,
ὅτι
τὸ
λόγιόν
σου
ἔζησέν
με.
51 [MT=119:51] ὑπερήφανοι
παρηνόμουν
ἕως
σφόδρα,
ἀπὸ
δὲ
τοῦ
νόμου
σου
οὐκ
ἐξέκλινα.
52 [MT=119:52] ἐμνήσθην
τῶν
κριμάτων
σου
ἀπ'
αἰῶνος,
κύριε,
καὶ
παρεκλήθην.
53 [MT=119:53] ἀθυμία
κατέσχεν
με
ἀπὸ
ἁμαρτωλῶν
τῶν
ἐγκαταλιμπανόντων
τὸν
νόμον
σου.
54 [MT=119:54] ψαλτὰ
ἦσάν
μοι
τὰ
δικαιώματά
σου
ἐν
τόπῳ
παροικίας
μου.
55 [MT=119:55] ἐμνήσθην
ἐν
νυκτὶ
τοῦ
ὀνόματός
σου,
κύριε,
καὶ
ἐφύλαξα
τὸν
νόμον
σου.
56 [MT=119:56] αὕτη
ἐγενήθη
μοι,
ὅτι
τὰ
δικαιώματά
σου
ἐξεζήτησα.
η ηθ
57 [MT=119:57] Μερίς
μου
κύριε,
εἶπα
φυλάξασθαι
τὸν
νόμον
σου.
58 [MT=119:58] ἐδεήθην
τοῦ
προσώπου
σου
ἐν
ὅλῃ
καρδίᾳ
μου·
ἐλέησόν
με
κατὰ
τὸ
λόγιόν
σου.
59 [MT=119:59] διελογισάμην
τὰς
ὁδούς
σου
καὶ
ἐπέστρεψα
τοὺς
πόδας
μου
εἰς
τὰ
μαρτύριά
σου.
60 [MT=119:60] ἡτοιμάσθην
καὶ
οὐκ
ἐταράχθην
τοῦ
φυλάξασθαι
τὰς
ἐντολάς
σου.
61 [MT=119:61] σχοινία
ἁμαρτωλῶν
περιεπλάκησάν
μοι,
καὶ
τοῦ
νόμου
σου
οὐκ
ἐπελαθόμην.
62 [MT=119:62] μεσονύκτιον
ἐξηγειρόμην
τοῦ
ἐξομολογεῖσθαί
σοί
ἐπὶ
τὰ
κρίματα
τῆς
δικαιοσύνης
σου.
63 [MT=119:63] μέτοχος
ἐγώ
εἰμι
πάντων
τῶν
φοβουμένων
σὲ
καὶ
τῶν
φυλασσόντων
τὰς
ἐντολάς
σου.
64 [MT=119:64] τοῦ
ἐλέους
σου,
κύριε,
πλήρης
ἡ
γῆ·
τὰ
δικαιώματά
σου
δίδαξόν
με.
θ τηθ
65 [MT=119:65] Χρηστότητα
ἐποίησας
μετὰ
τοῦ
δούλου
σου,
κύριε,
κατὰ
τὸν
λόγον
σου.
66 [MT=119:66] χρηστότητα
καὶ
παιδείαν
καὶ
γνῶσιν
δίδαξόν
με,
ὅτι
ταῖς
ἐντολαῖς
σου
ἐπίστευσα.
67 [MT=119:67] πρὸ
τοῦ
με
ταπεινωθῆναι
ἐγὼ
ἐπλημμέλησα,
διὰ
τοῦτο
τὸ
λόγιόν
σου
ἐφύλαξα.
68 [MT=119:68] χρηστὸς
εἶ
σύ,
κύριε,
καὶ
ἐν
τῇ
χρηστότητί
σου
δίδαξόν
με
τὰ
δικαιώματά
σου.
69 [MT=119:69] ἐπληθύνθη
ἐπ'
ἐμὲ
ἀδικία
ὑπερηφάνων,
ἐγὼ
δὲ
ἐν
ὅλῃ
καρδίᾳ
μου
ἐξερευνήσω
τὰς
ἐντολάς
σου.
70 [MT=119:70] ἐτυρώθη
ὡς
γάλα
ἡ
καρδία
αὐτῶν,
ἐγὼ
δὲ
τὸν
νόμον
σου
ἐμελέτησα.
71 [MT=119:71] ἀγαθόν
μοι
ὅτι
ἐταπείνωσάς
με,
ὅπως
ἄν
μάθω
τὰ
δικαιώματά
σου.
72 [MT=119:72] ἀγαθόν
μοι
ὁ
νόμος
τοῦ
στόματός
σου
ὑπὲρ
χιλιάδας
χρυσίου
καὶ
ἀργυρίου.
ι ιωδ
73 [MT=119:73] Αἱ
χεῖρές
σου
ἐποίησάν
με
καὶ
ἔπλασάν
με·
συνέτισόν
με,
καὶ
μαθήσομαι
τὰς
ἐντολάς
σου.
74 [MT=119:74] οἱ
φοβούμενοί
σὲ
ὄψονταί
με
καὶ
εὐφρανθήσονται,
ὅτι
εἰς
τοὺς
λόγους
σου
ἐπήλπισα.
75 [MT=119:75] ἔγνων,
κύριε,
ὅτι
δικαιοσύνη
τὰ
κρίματά
σου,
καὶ
ἀληθείᾳ
ἐταπείνωσάς
με.
76 [MT=119:76] γενηθήτω
δὴ
τὸ
ἔλεός
σου
τοῦ
παρακαλέσαι
με
κατὰ
τὸ
λόγιόν
σου
τῷ
δούλῳ
σου.
77 [MT=119:77] ἐλθέτωσάν
μοι
οἱ
οἰκτιρμοί
σου,
καὶ
ζήσομαι,
ὅτι
ὁ
νόμος
σου
μελέτη
μού
ἐστιν.
78 [MT=119:78] αἰσχυνθήτωσαν
ὑπερήφανοι,
ὅτι
ἀδίκως
ἠνόμησαν
εἰς
ἐμέ·
ἐγὼ
δὲ
ἀδολεσχήσω
ἐν
ταῖς
ἐντολαῖς
σου.
79 [MT=119:79] ἐπιστρεψάτωσάν
μοι
οἱ
φοβούμενοί
σὲ
καὶ
οἱ
γινώσκοντες
τὰ
μαρτύριά
σου.
80 [MT=119:80] γενηθήτω
ἡ
καρδία
μου
ἄμωμος
ἐν
τοῖς
δικαιώμασίν
σου,
ὅπως
ἄν
μὴ
αἰσχυνθῶ.
ια καφ
81 [MT=119:81] Ἐκλείπει
εἰς
τὸ
σωτήριον
σου
ἡ
ψυχή
μου,
καὶ
εἰς
τὸν
λόγον
σου
ἐπήλπισα.
82 [MT=119:82] ἐξέλιπον
οἱ
ὀφθαλμοί
μου
εἰς
τὸ
λόγιόν
σου
λέγοντες,
πότε
παρακαλέσεις
με;
83 [MT=119:83] ὅτι
ἐγενήθην
ὡς
ἀσκὸς
ἐν
πάχνῃ·
τὰ
δικαιώματά
σου
οὐκ
ἐπελαθόμην.
84 [MT=119:84] πόσαι
εἰσὶν
αἱ
ἡμέραι
τοῦ
δούλου
σου;
πότε
ποιήσεις
μοι
ἐκ
τῶν
καταδιωκόντων
με
κρίσιν;
85 [MT=119:85] διηγήσαντό
μοι
παράνομοι
ἀδολεσχίας,
ἀλλ'
οὐχ
ὡς
ὁ
νόμος
σου,
κύριε.
86 [MT=119:86] πᾶσαι
αἱ
ἐντολαί
σου
ἀλήθεια·
ἀδίκως
κατεδίωξάν
με,
βοήθησόν
μοι.
87 [MT=119:87] παρὰ
βραχὺ
συνετέλεσάν
με
ἐν
τῇ
γῇ,
ἐγὼ
δὲ
οὐκ
ἐγκατέλιπον
τὰς
ἐντολάς
σου.
88 [MT=119:88] κατὰ
τὸ
ἔλεός
σου
ζῆσόν
με,
καὶ
φυλάξω
τὰ
μαρτύρια
τοῦ
στόματός
σου.
ιβ λαμεδ
89 [MT=119:89] Εἰς
τὸν
αἰῶνα,
κύριε,
ὁ
λόγος
σου
διαμένει
ἐν
τῷ
οὐρανῷ.
90 [MT=119:90] εἰς
γενεὰν
καὶ
γενεὰν
ἡ
ἀλήθειά
σου·
ἐθεμελίωσας
τὴν
γῆν,
καὶ
διαμένει.
91 [MT=119:91] τῇ
διατάξει
σου
διαμένει
ἡ
ἡμέρα,
ὅτι
τὰ
σύμπαντα
δοῦλα
σά.
92 [MT=119:92] εἰ
μὴ
ὅτι
ὁ
νόμος
σου
μελέτη
μού
ἐστιν,
τότε
ἄν
ἀπωλόμην
ἐν
τῇ
ταπεινώσει
μου.
93 [MT=119:93] εἰς
τὸν
αἰῶνα
οὐ
μὴ
ἐπιλάθωμαι
τῶν
δικαιωμάτων
σου
ὅτι
ἐν
αὐτοῖς
ἔζησάς
με,
κύριε.
94 [MT=119:94] σός
εἰμι
ἐγώ
σῶσόν
με,
ὅτι
τὰ
δικαιώματά
σου
ἐξεζήτησα.
95 [MT=119:95] ἐμὲ
ὑπέμειναν
ἁμαρτωλοὶ
τοῦ
ἀπολέσαι
με·
τὰ
μαρτύριά
σου
συνῆκα.
96 [MT=119:96] πάσης
συντελείας
εἶδον
πέρας·
πλατεῖα
ἡ
ἐντολή
σου
σφόδρα.
ιγ μημ
97 [MT=119:97] Ὡς ἠγάπησα τὸν νόμον σου, κύριε· ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν. 98 [MT=119:98] ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνά μοί ἐστιν. 99 [MT=119:99] ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν. 100 [MT=119:100] ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. 101 [MT=119:101] ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἄν φυλάξω τοὺς λόγους σου. 102 [MT=119:102] ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς μοι.
103 [MT=119:103] Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου. 104 [MT=119:104] ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας.
ιδ νουν
105 [MT=119:105] Λύχνος
τοῖς
ποσίν
μου
ὁ
λόγος
σου
καὶ
φῶς
ταῖς
τρίβοις
μου.
106 [MT=119:106] ὀμώμοκα
καὶ
ἔστησα
τοῦ
φυλάξασθαι
τὰ
κρίματα
τῆς
δικαιοσύνης
σου.
107 [MT=119:107] ἐταπεινώθην
ἕως
σφόδρα·
κύριε,
ζῆσόν
με
κατὰ
τὸν
λόγον
σου.
108 [MT=119:108] τὰ
ἑκούσια
τοῦ
στόματός
μου
εὐδόκησον
δή,
κύριε,
καὶ
τὰ
κρίματά
σου
δίδαξόν
με.
109 [MT=119:109] ἡ
ψυχή
μου
ἐν
ταῖς
χερσίν
μου
διὰ
παντός,1
καὶ
τοῦ
νόμου
σου
οὐκ
ἐπελαθόμην
110 [MT=119:110] ἔθεντο
ἁμαρτωλοὶ
παγίδα
μοι,
καὶ
ἐκ
τῶν
ἐντολῶν
σου
οὐκ
ἐπλανήθην.
111 [MT=119:111] ἐκληρονόμησα
τὰ
μαρτύριά
σου
εἰς
τὸν
αἰῶνα,
ὅτι
ἀγαλλίαμα
τῆς
καρδίας
μού
εἰσιν.
112 [MT=119:112] ἔκλινα
τὴν
καρδίαν
μου
τοῦ
ποιῆσαι
τὰ
δικαιώματά
σου
εἰς
τὸν
αἰῶνα
δι'
ἀντάμειψιν.
ιε σαμεχ
113 [MT=119:113] Παρανόμους
ἐμίσησα
καὶ
τὸν
νόμον
σου
ἠγάπησα.
114 [MT=119:114] βοηθός
μου
καὶ
ἀντιλήμπτωρ
μου
εἶ
σύ·
εἰς
τὸν
λόγον
σου
ἐπήλπισα.
115 [MT=119:115] ἐκκλίνατε
ἀπ'
ἐμοῦ,
πονηρευόμενοι,
καὶ
ἐξερευνήσω
τὰς
ἐντολὰς
τοῦ
θεοῦ
μου.
116 [MT=119:116] ἀντιλαβοῦ
μου
κατὰ
τὸ
λόγιόν
σου,
καὶ
ζήσομαι,
καὶ
μὴ
καταισχύνῃς
με
ἀπὸ
τῆς
προσδοκίας
μου.
117 [MT=119:117] βοήθησόν
μοι,
καὶ
σωθήσομαι
καὶ
μελετήσω
ἐν
τοῖς
δικαιώμασίν
σου
διὰ
παντός.1
118 [MT=119:118] ἐξουδένωσας
πάντας
τοὺς
ἀποστατοῦντας
ἀπὸ
τῶν
δικαιωμάτων
σου,
ὅτι
ἄδικον
τὸ
ἐνθύμημα
αὐτῶν.
119 [MT=119:119] παραβαίνοντας
ἐλογισάμην
πάντας
τοὺς
ἁμαρτωλοὺς
τῆς
γῆς·
διὰ
τοῦτο
ἠγάπησα
τὰ
μαρτύριά
σου
διὰ
παντός.1
120 [MT=119:120] καθήλωσον
ἐκ
τοῦ
φόβου
σου
τὰς
σάρκας
μου·
ἀπὸ
γὰρ
τῶν
κριμάτων
σου
ἐφοβήθην.
ιϛ αιν
121 [MT=119:121] Ἐποίησα
κρίμα
καὶ
δικαιοσύνην·
μὴ
παραδῷς
με
τοῖς
ἀδικοῦσίν
με.
122 [MT=119:122] ἔκδεξαι
τὸν
δοῦλόν
σου
εἰς
ἀγαθόν·
μὴ
συκοφαντησάτωσάν
με
ὑπερήφανοι.
123 [MT=119:123] οἱ
ὀφθαλμοί
μου
ἐξέλιπον
εἰς
τὸ
σωτήριον
σου
καὶ
εἰς
τὸ
λόγιον
τῆς
δικαιοσύνης
σου.
124 [MT=119:124] ποίησον
μετὰ
τοῦ
δούλου
σου
κατὰ
τὸ
ἔλεός
σου
καὶ
τὰ
δικαιώματά
σου
δίδαξόν
με.
125 [MT=119:125] δοῦλός
σου
εἰμι
ἐγώ·
συνέτισόν
με,
καὶ
γνώσομαι
τὰ
μαρτύριά
σου.
126 [MT=119:126] καιρὸς
τοῦ
ποιῆσαι
τῷ
κυρίῳ·
διεσκέδασαν
τὸν
νόμον
σου.
127 [MT=119:127] διὰ
τοῦτο
ἠγάπησα
τὰς
ἐντολάς
σου
ὑπὲρ
χρυσίον
καὶ
τοπάζιον.
128 [MT=119:128] διὰ
τοῦτο
πρὸς
πάσας
τὰς
ἐντολάς
σου
κατωρθούμην,
πᾶσαν
ὁδὸν
ἄδικον
ἐμίσησα.
ιζ φη
129 [MT=119:129] Θαυμαστὰ
τὰ
μαρτύριά
σου·
διὰ
τοῦτο
ἐξηρεύνησεν
αὐτὰ
ἡ
ψυχή
μου.
130 [MT=119:130] ἡ
δήλωσις
τῶν
λόγων
σου
φωτιεῖ
καὶ
συνετιεῖ
νηπίους.
131 [MT=119:131] τὸ
στόμα
μου
ἤνοιξα
καὶ
εἵλκυσα
πνεῦμα,
ὅτι
τὰς
ἐντολάς
σου
ἐπεπόθουν.
132 [MT=119:132] ἐπίβλεψον
ἐπ'
ἐμὲ
καὶ
ἐλέησόν
με
κατὰ
τὸ
κρίμα
τῶν
ἀγαπώντων
τὸ
ὄνομά
σου.
133 [MT=119:133] τὰ
διαβήματά
μου
κατεύθυνον
κατὰ
τὸ
λόγιόν
σου,
καὶ
μὴ
κατακυριευσάτω
μου
πᾶσα
ἀνομία.
134 [MT=119:134] λύτρωσαί
με
ἀπὸ
συκοφαντίας
ἀνθρώπων,
καὶ
φυλάξω
τὰς
ἐντολάς
σου.
135 [MT=119:135] τὸ
πρόσωπόν
σου
ἐπίφανον
ἐπὶ
τὸν
δοῦλόν
σου
καὶ
δίδαξόν
με
τὰ
δικαιώματά
σου.
136 [MT=119:136] διεξόδους
ὑδάτων
κατέβησαν
οἱ
ὀφθαλμοί
μου,
ἐπεὶ
οὐκ
ἐφύλαξαν
τὸν
νόμον
σου.
ιη σαδη
137 [MT=119:137] Δίκαιος
εἶ,
κύριε
καὶ
εὐθὴς
ἡ
κρίσις
σου.
138 [MT=119:138] ἐνετείλω
δικαιοσύνην
τὰ
μαρτύριά
σου
καὶ
ἀλήθειαν
σφόδρα.
139 [MT=119:139] ἐξέτηξέν
με
ὁ
ζῆλος
τοῦ
οἴκου
σου,
ὅτι
ἐπελάθοντο
τῶν
λόγων
σου
οἱ
ἐχθροί
μου.
140 [MT=119:140] πεπυρωμένον
τὸ
λόγιόν
σου
σφόδρα,
καὶ
ὁ
δοῦλός
σου
ἠγάπησεν
αὐτό.
141 [MT=119:141] νεώτερός
εἰμι
ἐγὼ
καὶ
ἐξουδενωμένος·
τὰ
δικαιώματά
σου
οὐκ
ἐπελαθόμην.
142 [MT=119:142] ἡ
δικαιοσύνη
σου
δικαιοσύνη
εἰς
τὸν
αἰῶνα,
καὶ
ὁ
νόμος
σου
ἀλήθεια.
143 [MT=119:143] θλῖψις
καὶ
ἀνάγκη
εὕροσάν
με·
αἱ
ἐντολαί
σου
μελέτη
μου.
144 [MT=119:144] δικαιοσύνη
τὰ
μαρτύριά
σου
εἰς
τὸν
αἰῶνα·
συνέτισόν
με
καὶ
ζήσομαι.
ιθ κωφ
145 [MT=119:145] Ἐκέκραξα
ἐν
ὅλῃ
καρδίᾳ
μου·
ἐπάκουσόν
μου,
κύριε·
τὰ
δικαιώματά
σου
ἐκζητήσω.
146 [MT=119:146] ἐκέκραξά
σε·
σῶσόν
με,
καὶ
φυλάξω
τὰ
μαρτύριά
σου.
147 [MT=119:147] προέφθασα
ἐν
ἀωρίᾳ
καὶ
ἐκέκραξα,
εἰς
τοὺς
λόγους
σου
ἐπήλπισα.
148 [MT=119:148] προέφθασαν
οἱ
ὀφθαλμοί
μου
πρὸς
ὄρθρον
τοῦ
μελετᾶν
τὰ
λόγιά
σου.
149 [MT=119:149] τῆς
φωνῆς
μου
ἄκουσον,
κύριε,
κατὰ
τὸ
ἔλεός
σου,
κατὰ
τὸ
κρίμα
σου
ζῆσόν
με.
150 [MT=119:150] προσήγγισαν
οἱ
καταδιώκοντές
με
ἀνομίᾳ,
ἀπὸ
δὲ
τοῦ
νόμου
σου
ἐμακρύνθησαν.
151 [MT=119:151] ἐγγὺς
εἶ
σύ,
κύριε,
καὶ
πᾶσαι
αἱ
ἐντολαί
σου
ἀλήθεια.
152 [MT=119:152] κατ'
ἀρχὰς
ἔγνων
ἐκ
τῶν
μαρτυρίων
σου,
ὅτι
εἰς
τὸν
αἰῶνα
ἐθεμελίωσας
αὐτά.
κ ρης
153 [MT=119:153] Ἰδὲ
τὴν
ταπείνωσίν
μου
καὶ
ἐξελοῦ
με,
ὅτι
τὸν
νόμον
σου
οὐκ
ἐπελαθόμην.
154 [MT=119:154] κρῖνον
τὴν
κρίσιν
μου
καὶ
λύτρωσαί
με·
διὰ
τὸν
λόγον
σου
ζῆσόν
με.
155 [MT=119:155] μακρὰν
ἀπὸ
ἁμαρτωλῶν
σωτηρίᾳ,
ὅτι
τὰ
δικαιώματά
σου
οὐκ
ἐξεζήτησαν.
156 [MT=119:156] οἱ
οἰκτιρμοί
σου
πολλοί,
κύριε·
κατὰ
τὸ
κρίμα
σου
ζῆσόν
με.
157 [MT=119:157] πολλοὶ
οἱ
ἐκδιώκοντές
με
καὶ
ἐκθλίβοντές
με·
ἐκ
τῶν
μαρτυρίων
σου
οὐκ
ἐξέκλινα.
158 [MT=119:158] εἶδον
ἀσυνθετοῦντας
καὶ
ἐξετηκόμην,
ὅτι
τὰ
λόγιά
σου
οὐκ
ἐφυλάξαντο.
159 [MT=119:159] ἰδὲ
ὅτι
τὰς
ἐντολάς
σου
ἠγάπησα·
κύριε,
ἐν
τῷ
ἐλέει
σου
ζῆσόν
με.
160 [MT=119:160] ἀρχὴ
τῶν
λόγων
σου
ἀλήθεια,
καὶ
εἰς
τὸν
αἰῶνα
πάντα
τὰ
κρίματα
τῆς
δικαιοσύνης
σου.
κα σεν
161 [MT=119:161] Ἄρχοντες
κατεδίωξάν
με
δωρεάν,
καὶ
ἀπὸ
τῶν
λόγων
σου
ἐδειλίασεν
ἡ
καρδία
μου.
162 [MT=119:162] ἀγαλλιάσομαι
ἐγὼ
ἐπὶ
τὰ
λόγιά
σου
ὡς
ὁ
εὑρίσκων
σκῦλα
πολλά.
163 [MT=119:163] ἀδικίαν
ἐμίσησα
καὶ
ἐβδελυξάμην,
τὸν
δὲ
νόμον
σου
ἠγάπησα.
164 [MT=119:164] ἑπτάκις
τῆς
ἡμέρας
ᾔνεσά
σοί
ἐπὶ
τὰ
κρίματα
τῆς
δικαιοσύνης
σου.
165 [MT=119:165] εἰρήνη
πολλὴ
τοῖς
ἀγαπῶσιν
τὸν
νόμον
σου,
καὶ
οὐκ
ἔστιν
αὐτοῖς
σκάνδαλον.
166 [MT=119:166] προσεδόκων
τὸ
σωτήριον
σου,
κύριε,
καὶ
τὰς
ἐντολάς
σου
ἠγάπησα.
167 [MT=119:167] ἐφύλαξεν
ἡ
ψυχή
μου
τὰ
μαρτύριά
σου
καὶ
ἠγάπησεν
αὐτὰ
σφόδρα.
168 [MT=119:168] ἐφύλαξα
τὰς
ἐντολάς
σου
καὶ
τὰ
μαρτύριά
σου,
ὅτι
πᾶσαι
αἱ
ὁδοί
μου
ἐναντίον
σου,
κύριε.
κβ θαυ
169 [MT=119:169] Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με. 170 [MT=119:170] εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου· κατὰ τὸ λόγιόν σου ῥῦσαί με. 171 [MT=119:171] ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου. 172 [MT=119:172] φθέγξαιτο ἡ γλῶσσά μου τὸ λόγιόν σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. 173 [MT=119:173] γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. 174 [MT=119:174] ἐπεπόθησα τὸ σωτήριον σου, κύριε, καὶ ὁ νόμος σου μελέτη μού ἐστιν. 175 [MT=119:175] ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι. 176 [MT=119:176] ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.