Psalm 18 (19)
Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.
1 [MT=19:1] Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. 2 [MT=19:2] ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. 3 [MT=19:3] οὐκ εἰσὶν λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. 4 [MT=19:4] εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν· ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, 5 [MT=19:5] καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ· ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ. 6 [MT=19:6] ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ· καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ· καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ.
7 [MT=19:7] Ὁ νόμος τοῦ κυρίου ἄμωμος ἐπιστρέφων ψυχάς, ἡ μαρτυρία κυρίου πιστή σοφίζουσα νήπια. 8 [MT=19:8] τὰ δικαιώματα κυρίου εὐθεῖα εὐφραίνοντα καρδίαν, ἡ ἐντολὴ κυρίου τηλαυγής φωτίζουσα ὀφθαλμούς. 9 [MT=19:9] ὁ φόβος κυρίου ἁγνός διαμένων εἰς αἰῶνα αἰῶνος, τὰ κρίματα κυρίου ἀληθινά δεδικαιωμένα ἐπὶ1 τὸ αὐτό· 10 [MT=19:10] ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. 11 [MT=19:11] καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά, ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή.
12 [MT=19:12] Παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με, 13 [MT=19:13] καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου· ἐὰν μή μου κατακυριεύσωσιν, τότε ἄμωμος ἔσομαι, καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης. 14 [MT=19:14] καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου, καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου διαπαντός· κύριε βοηθέ μου, καὶ λυτρωτά μου.