Psalm 19 (20)
Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.
1 [MT=20:1] Ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεως ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ἰακώβ. 2 [MT=20:2] ἐξαποστείλαι σοί βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου. 3 [MT=20:3] μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω· διάψαλμα. 4 [MT=20:4] δῴη σοί κατὰ τὴν καρδίαν σου, καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι. 5 [MT=20:5] ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου, καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα· πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου.
6 [MT=20:6] Νῦν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ, ἐν δυναστείαις ἡ σωτηρίᾳ τῆς δεξιᾶς αὐτοῦ. 7 [MT=20:7]οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. 8 [MT=20:8] αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. 9 [MT=20:9] κύριε σῶσον τὸν βασιλέα σου καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἄν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.