top Psalm 20 (21)

Psalm 20 (21)


Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.

1 [MT=21:1] Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται βασιλεύς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα. 2 [MT=21:2] τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν θέλησιν1 τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν· διάψαλμα. 3 [MT=21:3] ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. 4 [MT=21:4] ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος. 5 [MT=21:5] μεγάλη δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου, δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ' αὐτόν. 6 [MT=21:6] ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. 7 [MT=21:7] ὅτι βασιλεὺς ἐλπίζει ἐπὶ κύριον, καὶ ἐν τῷ ἐλέει τοῦ ὑψίστου οὐ μὴ σαλευθῇ.

8 [MT=21:8] Εὑρεθείη χείρ σου πᾶσιν τοῖς ἐχθροῖς σου, δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε. 9 [MT=21:9] θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου, κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ. 10 [MT=21:10] τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων. 11 [MT=21:11] ὅτι ἔκλιναν εἰς σὲ κακά, διελογίσαντο βουλήν, ἣν οὐ μὴ δύνωνται στῆσαι. 12 [MT=21:12] ὅτι θήσεις αὐτοὺς νῶτον ἐν τοῖς περιλοίποις σου, ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν. 13 [MT=21:13] ὑψώθητι κύριε ἐν τῇ δυνάμει σου· ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου.