top Psalm 92 (93)

Psalm 92 (93)


Εἰς τὴν ἡμέραν τοῦ προσαββάτου, ὅτε κατῴκισται γῆ· αἶνος ᾠδῆς τῷ Δαυίδ.

1 [MT=93:1]  κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο· καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. 2 [MT=93:2] ἕτοιμος θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. 3 [MT=93:3] ἐπῆραν οἱ ποταμοί, κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν· 4 [MT=93:4] ἀπὸ φωνῶν ὑδάτων πολλῶν θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς κύριος. 5 [MT=93:5] τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, κύριε, εἰς μακρότητα ἡμερῶν.