Chapter 8
Jehoram Restores the Shunammite's Land
1 καὶ Ἐλισαιὲ ἐλάλησεν πρὸς τὴν γυναῖκα, ἧς ἐζωπύρησεν τὸν υἱόν, λέγων ἀνάστηθι καὶ δεῦρο σὺ καὶ ὁ οἶκός σου καὶ παροίκει οὗ ἐὰν παροικήσῃς, ὅτι κέκληκεν κύριος λιμὸν ἐπὶ τὴν γῆν καί γε ἦλθεν ἐπὶ τὴν γῆν, ἑπτὰ ἔτη. 2 καὶ ἀνέστη ἡ γυνὴ καὶ ἐποίησεν κατὰ τὸ ῥῆμα Ἐλισαιὲ καὶ ἐπορεύθη αὐτὴ καὶ ὁ οἶκος αὐτῆς καὶ παρῴκει ἐν γῇ ἀλλοφύλων ἑπτὰ ἔτη.
3 καὶ ἐγένετο μετὰ τὸ τέλος τῶν ἑπτὰ ἐτῶν καὶ ἐπέστρεψεν ἡ γυνὴ ἐκ γῆς ἀλλοφύλων εἰς τὴν πόλιν καὶ ἦλθεν βοῆσαι πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς. 4 καὶ ὁ βασιλεὺς ἐλάλει πρὸς Γιεζὶ τὸ παιδάριον Ἐλισαιὲ τοῦ ἀνθρώπου τοῦ θεοῦ λέγων διήγησαι δή μοι πάντα τὰ μεγάλα, ἃ ἐποίησεν Ἐλισαιέ. 5 καὶ ἐγένετο αὐτοῦ ἐξηγουμένου τῷ βασιλεῖ ὡς ἐζωπύρησεν υἱὸν τεθνηκότα, καὶ ἰδοὺ ἡ γυνή, ἧς ἐζωπύρησεν τὸν υἱὸν αὐτῆς Ἐλισαιέ, βοῶσα πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς, καὶ εἶπεν Γιεζὶ κύριε βασιλεῦ αὕτη ἡ γυνή, καὶ οὗτος ὁ υἱὸς αὐτῆς, ὃν ἐζωπύρησεν Ἐλισαιέ. 6 καὶ ἐπηρώτησεν ὁ βασιλεὺς τὴν γυναῖκα, καὶ διηγήσατο αὐτῷ· καὶ ἔδωκεν αὐτῇ ὁ βασιλεὺς εὐνοῦχον ἕνα λέγων ἐπίστρεψον πάντα τὰ αὐτῆς καὶ πάντα τὰ γενήματα τοῦ ἀγροῦ αὐτῆς ἀπὸ τῆς ἡμέρας, ἧς κατέλιπεν τὴν γῆν, ἕως τοῦ νῦν.
Elisha Predicts Evil from Hazael
7 καὶ ἦλθεν Ἐλισαιὲ εἰς Δαμασκόν, καὶ υἱὸς Ἀδὲρ βασιλεὺς Συρίας ἠρρώστει, καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες ἥκει ὁ ἄνθρωπος τοῦ θεοῦ ἕως ὧδε. 8 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἀζαὴλ λαβὲ ἐν τῇ χειρί σου μαναὰ καὶ δεῦρο εἰς ἀπαντὴν τῷ ἀνθρώπῳ τοῦ θεοῦ καὶ ἐπιζήτησον τὸν κύριον παρ' αὐτοῦ λέγων εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης; 9 καὶ ἐπορεύθη Ἀζαὴλ εἰς ἀπαντὴν αὐτοῦ καὶ ἔλαβεν μαναὰ ἐν τῇ χειρὶ αὐτοῦ καὶ πάντα τὰ ἀγαθὰ Δαμασκοῦ, ἄρσιν τεσσαράκοντα καμήλων, καὶ ἦλθεν καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπεν πρὸς Ἐλισαιὲ ὁ υἱός σου υἱὸς Ἀδὲρ βασιλεὺς Συρίας ἀπέστειλέν με πρὸς σὲ λέγων εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης; 10 καὶ εἶπεν Ἐλισαιὲ δεῦρο εἰπὸν αὐτῷ ζωῇ ζήσῃ· καὶ ἔδειξέν μοι κύριος ὅτι θανάτῳ ἀποθανῇ. 11 καὶ παρέστη τῷ προσώπῳ αὐτοῦ καὶ ἔθηκεν ἕως αἰσχύνης, καὶ ἔκλαυσεν ὁ ἄνθρωπος τοῦ θεοῦ. 12 καὶ εἶπεν Ἀζαὴλ τί ὅτι ὁ κύριός μου κλαίει; καὶ εἶπεν ὅτι οἶδα ὅσα ποιήσεις τοῖς υἱοῖς Ἰσραὴλ κακά· τὰ ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρὶ καὶ τοὺς ἐκλεκτοὺς αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενεῖς καὶ τὰ νήπια αὐτῶν ἐνσείσεις καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναρρήξεις. 13 καὶ εἶπεν Ἀζαὴλ τίς ἐστιν ὁ δοῦλός σου, ὁ κύων ὁ τεθνηκώς, ὅτι ποιήσει τὸ ῥῆμα τοῦτο; καὶ εἶπεν Ἐλισαιὲ ἔδειξέν μοι κύριός σὲ βασιλεύοντα ἐπὶ Συρίαν. 14 καὶ ἀπῆλθεν ἀπὸ Ἐλισαιὲ καὶ εἰσῆλθεν πρὸς τὸν κύριον αὐτοῦ, καὶ εἶπεν αὐτῷ τί εἶπέν σοί Ἐλισαιέ; καὶ εἶπεν εἶπέν μοι ζωῇ ζήσῃ. 15 καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἔλαβεν τὸ μαχμα καὶ ἔβαψεν ἐν τῷ ὕδατι καὶ περιέβαλεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ, καὶ ἀπέθανεν, καὶ ἐβασίλευσεν Ἀζαὴλ ἀντ' αὐτοῦ.
Another Jehoram Reigns in Judah
16 ἐν ἔτει πέμπτῳ τῷ Ἰωράμ υἱῷ Ἀχαὰβ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἰωράμ υἱὸς Ἰωσαφὰτ βασιλεὺς Ἰούδα. 17 υἱὸς τριάκοντα καὶ δύο ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ. 18 καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ἰσραήλ, καθὼς ἐποίησεν οἶκος Ἀχαάβ, ὅτι θυγάτηρ Ἀχαὰβ ἦν αὐτῷ εἰς γυναῖκα· καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου. 19 καὶ οὐκ ἠθέλησεν κύριος διαφθεῖραι τὸν Ἰούδαν διὰ Δαυὶδ τὸν δοῦλον αὐτοῦ, καθὼς εἶπεν δοῦναι αὐτῷ λύχνον καὶ τοῖς υἱοῖς αὐτοῦ πάσας τὰς ἡμέρας.
20 ἐν ταῖς ἡμέραις αὐτοῦ ἠθέτησεν Ἐδὼμ ὑποκάτωθεν χειρὸς Ἰούδα καὶ ἐβασίλευσαν ἐφ' ἑαυτοὺς βασιλέα. 21 καὶ ἀνέβη Ἰωράμ εἰς Σιὼρ καὶ πάντα τὰ ἅρματα μετ' αὐτοῦ, καὶ ἐγένετο αὐτοῦ ἀναστάντος καὶ ἐπάταξεν τὸν Ἐδὼμ τὸν κυκλώσαντα ἐπ' αὐτὸν καὶ τοὺς ἄρχοντας τῶν ἁρμάτων, καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὐτῶν. 22 καὶ ἠθέτησεν Ἐδὼμ ὑποκάτωθεν χειρὸς Ἰούδα ἕως τῆς ἡμέρας ταύτης. τότε ἠθέτησεν Λοβενὰ ἐν τῷ καιρῷ ἐκείνῳ.
23 καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωράμ καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
Ahaziah Succeeds Jehoram in Judah
24 καὶ ἐκοιμήθη Ἰωράμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ· ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ ἐβασίλευσεν Ὀχοζίας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
25 ἐν ἔτει δωδεκάτῳ τῷ Ἰωράμ υἱῷ Ἀχαὰβ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ὀχοζίας υἱὸς Ἰωράμ. 26 υἱὸς εἴκοσι καὶ δύο ἐτῶν Ὀχοζίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γοθολία θυγάτηρ Ἀμβρὶ βασιλέως Ἰσραήλ. 27 καὶ ἐπορεύθη ἐν ὁδῷ οἴκου Ἀχαὰβ καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καθὼς ὁ οἶκος Ἀχαάβ. 28 καὶ ἐπορεύθη μετὰ Ἰωράμ υἱοῦ Ἀχαὰβ εἰς πόλεμον μετὰ Ἀζαὴλ βασιλέως ἀλλοφύλων ἐν Ῥεμμὼθ Γαλαάδ, καὶ ἐπάταξαν οἱ Σύροι τὸν Ἰωράμ. 29 καὶ ἐπέστρεψεν ὁ βασιλεὺς Ἰωράμ τοῦ ἰατρευθῆναι ἐν Ἰεζραὲλ ἀπὸ τῶν πληγῶν, ὧν ἐπάταξαν αὐτὸν ἐν Ῥεμμὼθ ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ Ἀζαὴλ βασιλέως Συρίας· καὶ Ὀχοζίας υἱὸς Ἰωράμ κατέβη τοῦ ἰδεῖν τὸν Ἰωράμ υἱὸν Ἀχαὰβ ἐν Ἰεζραέλ, ὅτι ἠρρώστει αὐτός.