top 2 Kings ch 15

Chapter 15

Series of Kings: Azariah (Uzziah) over Judah

1 ἐν ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ Ἰεροβοὰμ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἀζαρίας υἱὸς Ἀμεσσιοὺ βασιλέως Ἰούδα. 2 υἱὸς ἑκκαίδεκα ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Χαλία ἐξ Ἱερουσαλήμ. 3 καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Ἀμεσσίας πατὴρ αὐτοῦ· 4 πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆρεν, ἔτι λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς.

5 καὶ ἥψατο κύριος τοῦ βασιλέως, καὶ ἦν λελεπρωμένος ἕως ἡμέρας θανάτου αὐτοῦ καὶ ἐβασίλευσεν ἐν οἴκῳ ἀφφουσώθ, καὶ Ἰωαθὰμ υἱὸς τοῦ βασιλέως ἐπὶ τῷ οἴκῳ κρίνων τὸν λαὸν τῆς γῆς.

6 καὶ τὰ λοιπὰ τῶν λόγων Ἀζαρίου καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; 7 καὶ ἐκοιμήθη Ἀζαρίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν Ἰωαθὰμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.

Zechariah over Israel

8 ἐν ἔτει τριακοστῷ καὶ ὀγδόῳ τῷ Ἀζαριά βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ζαχαρίας υἱὸς Ἰεροβοὰμ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἑξάμηνον. 9 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου, καθὰ ἐποίησαν οἱ πατέρες αὐτοῦ· οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ. 10 καὶ συνεστράφησαν ἐπ' αὐτὸν Σελλοὺμ υἱὸς Ἰαβὶς καὶ Κεβλαὰμ καὶ ἐπάταξαν αὐτὸν καὶ ἐθανάτωσαν αὐτόν, καὶ Σελλοὺμ ἐβασίλευσεν ἀντ' αὐτοῦ. 11 καὶ τὰ λοιπὰ τῶν λόγων Ζαχαρίου ἰδού ἐστιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ. 12  λόγος κυρίου, ὃν ἐλάλησεν πρὸς Ἰοὺ λέγων υἱοὶ τέταρτοι καθήσονταί σοί ἐπὶ θρόνου Ἰσραήλ· καὶ ἐγένετο οὕτως.

13 καὶ Σελλοὺμ υἱὸς Ἰαβὶς ἐβασίλευσεν· καὶ ἐν ἔτει τριακοστῷ καὶ ἐνάτῳ Ἀζαριά βασιλεῖ Ἰούδα ἐβασίλευσεν Σελλοὺμ μῆνα ἡμερῶν ἐν Σαμαρείᾳ. 14 καὶ ἀνέβη Μαναὴμ υἱὸς Γαδδὶ ἐκ Θαρσιλὰ καὶ ἦλθεν εἰς Σαμάρειαν καὶ ἐπάταξεν τὸν Σελλοὺμ υἱὸν Ἰαβὶς ἐν Σαμαρείᾳ καὶ ἐθανάτωσεν αὐτόν. 15 καὶ τὰ λοιπὰ τῶν λόγων Σελλοὺμ καὶ συστροφὴ αὐτοῦ, ἣν συνεστράφη, ἰδού εἰσιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ.

16 τότε ἐπάταξεν Μαναὴμ τὴν Θερσὰ καὶ πάντα τὰ ἐν αὐτῇ καὶ τὰ ὅρια αὐτῆς ἀπὸ Θερσά, ὅτι οὐκ ἤνοιξαν αὐτῷ· καὶ ἐπάταξεν αὐτὴν καὶ τὰς ἐν γαστρὶ ἐχούσας ἀνέρρηξεν.

Menahem over Israel

17 ἐν ἔτει τριακοστῷ καὶ ἐνάτῳ Ἀζαριά βασιλεῖ Ἰούδα καὶ ἐβασίλευσεν Μαναὴμ υἱὸς Γαδδὶ ἐπὶ Ἰσραὴλ δέκα ἔτη ἐν Σαμαρείᾳ. 18 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ. 19 ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φοὺλ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὴν γῆν, καὶ Μαναὴμ ἔδωκεν τῷ Φοὺλ χίλια τάλαντα ἀργυρίου εἶναι τὴν χεῖρα αὐτοῦ μετ' αὐτοῦ. 20 καὶ ἐξήνεγκεν Μαναὴμ τὸ ἀργύριον ἐπὶ τὸν Ἰσραήλ, ἐπὶ πᾶν δυνατὸν ἰσχύϊ, δοῦναι τῷ βασιλεῖ τῶν Ἀσσυρίων, πεντήκοντα σίκλους τῷ ἀνδρὶ τῷ ἑνί· καὶ ἀπέστρεψεν βασιλεὺς Ἀσσυρίων καὶ οὐκ ἔστη ἐκεῖ ἐν τῇ γῇ. 21 καὶ τὰ λοιπὰ τῶν λόγων Μαναὴμ καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ; 22 καὶ ἐκοιμήθη Μαναὴμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Φακεΐας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.

Pekahiah over Israel

23 ἐν ἔτει πεντηκοστῷ τοῦ Ἀζαρίου βασιλέως Ἰούδα ἐβασίλευσεν Φακεΐας υἱὸς Μαναὴμ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ δύο ἔτη. 24 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου· οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ. 25 καὶ συνεστράφη ἐπ' αὐτὸν Φακεὲ υἱὸς Ῥομελίου τριστάτης αὐτοῦ καὶ ἐπάταξεν αὐτὸν ἐν Σαμαρείᾳ ἐναντίον οἴκου τοῦ βασιλέως μετὰ τοῦ Ἀργὸβ καὶ μετὰ τοῦ Ἀρία, καὶ μετ' αὐτοῦ πεντήκοντα ἄνδρες ἀπὸ τῶν τετρακοσίων· καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ. 26 καὶ τὰ λοιπὰ τῶν λόγων Φακεΐου καὶ πάντα, ὅσα ἐποίησεν, ἰδού εἰσιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ.

Pekah over Israel

27 ἐν ἔτει πεντηκοστῷ καὶ δευτέρῳ τοῦ Ἀζαρίου βασιλέως Ἰούδα ἐβασίλευσεν Φακεὲ υἱὸς Ῥομελίου ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ εἴκοσι ἔτη. 28 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ. 29 ἐν ταῖς ἡμέραις Φακεὲ βασιλέως Ἰσραὴλ ἦλθεν Θαγλαθφελλασὰρ βασιλεὺς Ἀσσυρίων καὶ ἔλαβεν τὴν Αἴν καὶ τὴν Ἀβελβαιθαμααχὰ καὶ τὴν Ἰανὼχ καὶ τὴν Κενὲζ καὶ τὴν Ἀσὼρ καὶ τὴν Γαλαὰδ καὶ τὴν Γαλιλαίαν, πᾶσαν γῆν Νεφθαλί, καὶ ἀπῴκισεν αὐτοὺς εἰς Ἀσσυρίους. 30 καὶ συνέστρεψεν σύστρεμμα Ὠσηὲ υἱὸς Ἠλὰ ἐπὶ Φακεὲ υἱὸν Ῥομελίου καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ ἐν ἔτει εἰκοστῷ Ἰωαθὰμ υἱοῦ Ἀζαρίου. 31 καὶ τὰ λοιπὰ τῶν λόγων Φακεὲ καὶ πάντα, ὅσα ἐποίησεν, ἰδού ἐστιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ.

Jotham over Judah

32 ἐν ἔτει δευτέρῳ Φακεὲ υἱοῦ Ῥομελίου βασιλέως Ἰσραὴλ ἐβασίλευσεν Ἰωαθὰμ υἱὸς Ἀζαρίου βασιλέως Ἰούδα. 33 υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἰερουσὰ θυγάτηρ Σαδώκ. 34 καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Ὀζίας πατὴρ αὐτοῦ· 35 πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν, ἔτι λαὸς ἐθυσίαζεν καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς. αὐτὸς ᾠκοδόμησεν τὴν πύλην οἴκου κυρίου τὴν ἐπάνω. 36 καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωαθὰμ καὶ πάντα, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;

37 ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο κύριος ἐξαποστέλλειν ἐν Ἰούδα τὸν Ῥαασσὼν βασιλέα Συρίας καὶ τὸν Φακεὲ υἱὸν Ῥομελίου. 38 καὶ ἐκοιμήθη Ἰωαθὰμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐβασίλευσεν Ἀχὰζ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.