Chapter 2
Number of Those Returning
1 καὶ οὗτοι οἱ υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἀπὸ τῆς αἰχμαλωσίας τῆς ἀποικίας, ἧς ἀπῴκισεν Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα καὶ ἐπέστρεψαν εἰς Ἱερουσαλὴμ καὶ Ἰούδα ἀνὴρ εἰς πόλιν αὐτοῦ, 2 οἳ ἦλθον μετὰ Ζοροβάβελ· Ἰησοῦς, Νεεμίας, Σαραίας, Ῥεελίας, Μαρδοχαῖος, Βαλασάν, Μασφάρ, Βαγουί, Ῥεούμ, Βαανά. ἀνδρῶν ἀριθμὸς λαοῦ Ἰσραήλ·
3 υἱοὶ Φορὸς δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο. 4 υἱοὶ Σαφατία τριακόσιοι ἑβδομήκοντα δύο. 5 υἱοὶ Ἠρὰ ἑπτακόσιοι ἑβδομήκοντα πέντε. 6 υἱοὶ Φααθμωὰβ τοῖς υἱοῖς Ἰησουὲ Ἰωὰβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο. 7 υἱοὶ Αἰλὰμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες. 8 υἱοὶ Ζαθουὰ ἐννακόσιοι τεσσαράκοντα πέντε. 9 υἱοὶ Ζακχοὺ ἑπτακόσιοι ἑξήκοντα. 10 υἱοὶ Βανουὶ ἑξακόσιοι τεσσαράκοντα δύο. 11 υἱοὶ Βαβὶ ἑξακόσιοι εἴκοσι τρεῖς. 12 υἱοὶ Ἀσγὰδ τρισχίλιοι διακόσιοι εἴκοσι δύο. 13 υἱοὶ Ἀδωνικὰμ ἑξακόσιοι ἑξήκοντα ἕξ. 14 υἱοὶ Βαγοὶ δισχίλιοι πεντήκοντα ἕξ. 15 υἱοὶ Ἀδὶν τετρακόσιοι πεντήκοντα τέσσαρες. 16 υἱοὶ Ἀτὴρ τῷ Ἐζεκίᾳ ἐνενήκοντα ὀκτώ. 17 υἱοὶ Βασοὺ τριακόσιοι εἴκοσι τρεῖς. 18 υἱοὶ Ἰωρὰ ἑκατὸν δέκα δύο. 19 υἱοὶ Ἀσὲμ διακόσιοι εἴκοσι τρεῖς. 20 υἱοὶ Γαβὲρ ἐνενήκοντα πέντε. 21 υἱοὶ Βαιθλεὲμ ἑκατὸν εἴκοσι τρεῖς. 22 υἱοὶ Νετωφὰ πεντήκοντα ἕξ. 23 υἱοὶ Ἀναθὼθ ἑκατὸν εἴκοσι ὀκτώ 24 υἱοὶ Ἀσμὼθ τεσσαράκοντα δύο. 25 υἱοὶ Καριαθιαρὶμ Καφιρὰ καὶ Βηρὼθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς. 26 υἱοὶ Ἀραμὰ καὶ Γαβαὰ ἑξακόσιοι εἴκοσι εἷς. 27 ἄνδρες Μαχμὰς ἑκατὸν εἴκοσι δύο. 28 ἄνδρες Βαιθὴλ καὶ Ἀιὰ τετρακόσιοι εἴκοσι τρεῖς. 29 υἱοὶ Ναβοὺ πεντήκοντα δύο. 30 υἱοὶ Μαγεβὼς ἑκατὸν πεντήκοντα ἕξ. 31 υἱοὶ Ἠλαμ-ὰρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες. 32 υἱοὶ Ἠρὰμ τριακόσιοι εἴκοσι. 33 υἱοὶ Λόδ, Ἀρὼθ καὶ Ὠνὼ ἑπτακόσιοι εἴκοσι πέντε. 34 υἱοὶ Ἰεριχὼ τριακόσιοι τεσσαράκοντα πέντε. 35 υἱοὶ Σαναὰ τρισχίλιοι ἑξακόσιοι τριάκοντα.
Priests Returning
36 καὶ οἱ ἱερεῖς· υἱοὶ Ἰεδουὰ τῷ οἴκῳ Ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖς. 37 υἱοὶ Ἐμμὴρ χίλιοι πεντήκοντα δύο. 38 υἱοὶ Φασσοὺρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά. 39 υἱοὶ Ἠρὲμ χίλιοι ἑπτά.
Levites Returning
40 καὶ οἱ Λευῖται· υἱοὶ Ἰησοῦ καὶ Καδμιὴλ τοῖς υἱοῖς Ὠδουία ἑβδομήκοντα τέσσαρες.
41 οἱ ᾄδοντες· υἱοὶ Ἀσὰφ ἑκατὸν εἴκοσι ὀκτώ.
42 υἱοὶ τῶν πυλωρῶν· υἱοὶ Σαλούμ, υἱοὶ Ἀτήρ, υἱοὶ Τελμών, υἱοὶ Ἀκούβ, υἱοὶ Ἀτιτά, υἱοὶ Σαβαού, οἱ πάντες ἑκατὸν τριάκοντα ἐννέα.
43 οἱ Ναθιναῖοι· υἱοὶ Σουιά, υἱοὶ Ἀσουφέ, υἱοὶ Ταβαώθ, 44 υἱοὶ Κηραός, υἱοὶ Σωηά, υἱοὶ Φαδών, 45 υἱοὶ Λαβανώ, υἱοὶ Ἀγαβά, υἱοὶ Ἀκαβώθ, 46 υἱοὶ Ἀγάβ, υἱοὶ Σαμαλαί, υἱοὶ Ἀνάν, 47 υἱοὶ Κεδέλ, υἱοὶ Γαέρ, υἱοὶ Ῥεηά, 48 υἱοὶ Ῥασών, υἱοὶ Νεκωδά, υἱοὶ Γαζέμ, 49 υἱοὶ Οὐσά, υἱοὶ Φασή, υἱοὶ Βασί, 50 υἱοὶ Ἀσενά, υἱοὶ Μαωνίμ, υἱοὶ Ναφισών, 51 υἱοὶ Βακβούκ, υἱοὶ Ἀκιφὰ υἱοὶ Ἀρούρ, 52 υἱοὶ Βασαλώθ, υἱοὶ Μαουδά, υἱοὶ Ἀρησά, 53 υἱοὶ Βαρκούς, υἱοὶ Σισάρα, υἱοὶ Θεμά, 54 υἱοὶ Νασουέ, υἱοὶ Ἀτουφά. 55 υἱοὶ Ἀβδησελμά·1 υἱοὶ Σατί, υἱοὶ Ἀσεφηράθ, υἱοὶ Φαδουρά, 56 υἱοὶ Ἰεηλά, υἱοὶ Δαρκών, υἱοὶ Γεδήλ, 57 υἱοὶ Σαφατία, υἱοὶ Ἀτίλ, υἱοὶ Φαχεραθ-ασεβωίν, υἱοὶ Ἠμί, 58 πάντες οἱ ναθινιν καὶ υἱοὶ Ἀβδησελμὰ1 τριακόσιοι ἐνενήκοντα δύο.
59 καὶ οὗτοι οἱ ἀναβάντες ἀπὸ Θελμελέθ, Θελαρησά, Χαρούβ, Ἠδάν, Ἐμμὴρ καὶ οὐκ ἠδυνάσθησαν τοῦ ἀναγγεῖλαι οἶκον πατριᾶς αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἐξ Ἰσραὴλ εἰσίν· 60 υἱοὶ Δαλαία, υἱοὶ Βουά, υἱοὶ Τωβία, υἱοὶ Νεκωδά, ἑξακόσιοι πεντήκοντα δύο.
Priests Removed
61 καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων· υἱοὶ Χαβία, υἱοὶ Ἀκούς, υἱοὶ Βερζελλαί, ὃς ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλαὶ τοῦ Γαλααδίτου γυναῖκα καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτῶν· 62 οὗτοι, ἐζήτησαν γραφὴν αὐτῶν οἱ μεθωεσιμ, καὶ οὐχ εὑρέθησαν· καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας, 63 καὶ εἶπεν Ἀθερσαθὰ αὐτοῖς τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων, ἕως ἀναστῇ ἱερεὺς τοῖς φωτίζουσιν καὶ τοῖς τελείοις.
64 πᾶσα δὲ ἡ ἐκκλησία ὡς εἷς, τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα 65 χωρὶς δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν, οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά· καὶ οὗτοι ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι· 66 ἵπποι αὐτῶν ἑπτακόσιοι τριάκοντα ἕξ, ἡμίονοι αὐτῶν διακόσιοι τεσσαράκοντα πέντε, 67 κάμηλοι αὐτῶν τετρακόσιοι τριάκοντα πέντε, ὄνοι αὐτῶν ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι.
68 καὶ ἀπὸ ἀρχόντων πατριῶν ἐν τῷ ἐλθεῖν αὐτοὺς εἰς οἶκον κυρίου τὸν ἐν Ἱερουσαλὴμ ἡκουσιάσαντο εἰς οἶκον τοῦ θεοῦ τοῦ στῆσαι αὐτὸν ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ· 69 ὡς ἡ δύναμις αὐτῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίον καθαρόν, μναῖ ἓξ μυριάδες καὶ χίλιαι, καὶ ἀργύριον, μναῖ πεντακισχίλιαι, καὶ κοθωνοι τῶν ἱερέων ἑκατόν.
70 καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ Ναθινὶμ ἐν πόλεσιν αὐτῶν καὶ πᾶς Ἰσραὴλ ἐν πόλεσιν αὐτῶν.