top Genesis ch 10

Chapter 10

Descendants of Noah

1 αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σήμ, Χάμ, Ἰάφεθ, καὶ ἐγενήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν.

2 υἱοὶ Ἰάφεθ· Γαμὲρ καὶ Μαγὼγ καὶ Μαδαὶ1 καὶ Ἰωϋάν καὶ Ἐλισὰ καὶ Θοβέλ καὶ Μοσὸχ καὶ Θίρας.2 3 καὶ υἱοὶ Γαμέρ· Ἀσχανὰζ καὶ Ῥιφὰθ καὶ Θοργαμά. 4 καὶ υἱοὶ Ἰωϋάν· Ἐλισὰ καὶ Θαρσίς,3 Κίτιοι, Ῥόδιοι. 5 ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν, ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.

6 υἱοὶ δὲ Χάμ· Χοὺς καὶ Μεσραΐμ, Φοὺδ καὶ Χαναάν. 7 υἱοὶ δὲ Χούς· Σαβὰ καὶ Εὐϊλὰ καὶ Σαβαθὰ καὶ Ῥεγμὰ καὶ Σαβαθακά. υἱοὶ δὲ Ῥεγμά· Σαβὰ καὶ Δαδάν. 8 Χοὺς δὲ ἐγέννησεν τὸν Νεβρώδ, οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς· 9 οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον κυρίου τοῦ θεοῦ· διὰ τοῦτο ἐροῦσιν ὡς Νεβρὼδ γίγας κυνηγὸς ἐναντίον κυρίου. 10 καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Ὀρὲχ καὶ Ἀρχὰδ καὶ Χαλάννη ἐν τῇ γῇ Σενναάρ.4 11 ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν Ἀσσοὺρ καὶ ᾠκοδόμησεν τὴν Νινευὴ5 καὶ τὴν Ῥοωβὼθ πόλιν καὶ τὴν Χαλὰχ 12 καὶ τὴν Δασὲμ6 ἀνὰ μέσον Νινευὴ5 καὶ ἀνὰ μέσον Χαλάχ· αὕτη πόλις μεγάλη. 13 καὶ Μεσραῒμ ἐγέννησεν τοὺς Λουδιὶμ7 καὶ τοὺς Ἐνεμετιὶμ8 καὶ τοὺς Λαβιὶμ9 καὶ τοὺς Νεφθαλιὶμ10 14 καὶ τοὺς Πατροσωνιὶμ11 καὶ τοὺς Χασλωνιίμ,12 ὅθεν ἐξῆλθεν ἐκεῖθεν Φυλιστιίμ,13 καὶ τοὺς Καφθοριίμ.14 15 Χαναὰν δὲ ἐγέννησεν τὸν Σιδῶνα πρωτότοκον καὶ τὸν Χετταῖον 16 καὶ τὸν Ἰεβουσαῖον καὶ τὸν Ἀμορραῖον καὶ τὸν Γεργεσαῖον 17 καὶ τὸν Εὐαῖον καὶ τὸν Ἁρουκαῖον καὶ τὸν Ἁσενναῖον 18 καὶ τὸν Ἀράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν Ἀμαθί. καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων, 19 καὶ ἐγένοντο τὰ ὅρια τῶν Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γέραρα καὶ Γάζα, ἕως ἐλθεῖν Σοδόμων καὶ Γομόρρας, Ἀδαμὰ καὶ Σεβωῒμ, ἕως Λασά.15 20οὗτοι υἱοὶ Χὰμ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ γλώσσας αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.

21 καὶ τῷ Σὴμ ἐγενήθη καὶ αὐτῷ, πατρὶ πάντων τῶν υἱῶν Ἕβερ, ἀδελφῷ Ἰάφεθ τοῦ μείζονος. 22 υἱοὶ Σήμ· Αἰλὰμ16 καὶ καὶ Ἀρφαξὰδ καὶ Λοὺδ καὶ Ἀρὰμ καὶ Καϊνᾶν. 23 καὶ υἱοὶ Ἀράμ· Ὢς17 καὶ Οὒλ καὶ Γαθὲρ18 καὶ Μοσόχ. 24 καὶ Ἀρφαξὰδ ἐγέννησεν τὸν Καϊνᾶν, καὶ Καϊνᾶν ἐγέννησεν τὸν Σαλά, Σαλὰ δὲ ἐγέννησεν τὸν Ἕβερ. 25 καὶ τῷ Ἕβερ ἐγενήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ Φάλεκ,19 ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη γῆ, καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰεκτάν. 26 Ἰεκτὰν δὲ ἐγέννησεν τὸν Ἐλμωδὰδ καὶ τὸν Σαλὲφ20 καὶ Ἀσαρμὼθ21 καὶ Ἰαρὰχ 27 καὶ Ὁδορρὰ καὶ Αἰζὴλ22 καὶ Δεκλὰ 28 [καὶ Εὐὰλ] καὶ Ἀβιμεὴλ23 καὶ Σαβεὺ24 29 καὶ Οὐφὶρ25 καὶ Εὐϊλὰ καὶ Ἰωβάβ. πάντες οὗτοι υἱοὶ Ἰεκτάν. 30 καὶ ἐγένετο κατοίκησις αὐτῶν ἀπὸ Μασσῆ ἕως ἐλθεῖν εἰς Σωφηρὰ26 ὄρος ἀνατολῶν. 31οὗτοι υἱοὶ Σὴμ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ γλώσσας αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν. 32 αὗται αἱ φυλαὶ υἱῶν Νῶε κατὰ γενέσεις αὐτῶν κατὰ τὰ ἔθνη αὐτῶν· ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν.