Chapter 11
Tower of Babel
1 καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσιν. 2 καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν εὗρον πεδίον ἐν γῇ Σενναὰρ καὶ κατῴκησαν ἐκεῖ. 3 καὶ εἶπεν ἄνθρωπος τῷ πλησίον, δεῦτε πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί. καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός. 4 καὶ εἶπαν, δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἐπὶ προσώπου πάσης τῆς γῆς. 5 καὶ κατέβη κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. 6 καὶ εἶπεν κύριος, ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἐξ αὐτῶν πάντα, ὅσα ἄν ἐπιθῶνται ποιεῖν. 7 δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ αὐτῶν τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον. 8 καὶ διέσπειρεν αὐτοὺς κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. 9 διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Σύγχυσις, ὅτι ἐκεῖ συνέχεεν κύριος τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς κύριος ὁ θεὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς.
Descendants of Shem
10 καὶ αὗται αἱ γενέσεις Σήμ· Σὴμ υἱὸς ἑκατὸν ἐτῶν, ὅτε ἐγέννησεν τὸν Ἀρφαξάδ, δευτέρου ἔτους μετὰ τὸν κατακλυσμόν. 11 καὶ ἔζησεν Σὴμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἀρφαξὰδ πεντακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν.
12 καὶ ἔζησεν Ἀρφαξὰδ ἑκατὸν τριάκοντα πέντε ἔτη καὶ ἐγέννησεν τὸν Καϊνᾶν. 13 καὶ ἔζησεν Ἀρφαξὰδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν ἔτη τετρακόσια τριάκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν. καὶ ἔζησεν Καϊνᾶν ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν Σαλά. καὶ ἔζησεν Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σαλὰ ἔτη τριακόσια τριάκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν.
14 καὶ ἔζησεν Σαλὰ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν Ἕβερ. 15 καὶ ἔζησεν Σαλὰ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἕβερ τριακόσια τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν.
16 καὶ ἔζησεν Ἕβερ ἑκατὸν τριάκοντα τέσσαρα ἔτη καὶ ἐγέννησεν τὸν Φάλεκ. 17 καὶ ἔζησεν Ἕβερ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Φάλεκ ἔτη τριακόσια ἑβδομήκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν.
18 καὶ ἔζησεν Φάλεκ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν Ῥαγαῦ. 19 καὶ ἔζησεν Φάλεκ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ῥαγαῦ διακόσια ἐννέα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν.
20 καὶ ἔζησεν Ῥαγαῦ ἑκατὸν τριάκοντα δύο ἔτη καὶ ἐγέννησεν τὸν Σερούχ. 21 καὶ ἔζησεν Ῥαγαῦ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σεροὺχ διακόσια ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν.
22 καὶ ἔζησεν Σεροὺχ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν Ναχώρ. 23 καὶ ἔζησεν Σεροὺχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ναχὼρ ἔτη διακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν.
24 καὶ ἔζησεν Ναχὼρ ἔτη ἑβδομήκοντα ἐννέα καὶ ἐγέννησεν τὸν Θάρα.1 25 καὶ ἔζησεν Ναχὼρ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Θάρα ἔτη ἑκατὸν εἴκοσι ἐννέα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν.
26 καὶ ἔζησεν Θάρα ἑβδομήκοντα ἔτη καὶ ἐγέννησεν τὸν Ἅβραμ καὶ τὸν Ναχὼρ καὶ τὸν Ἀρράν.
27 αὗται δὲ αἱ γενέσεις Θάρα· Θάρα ἐγέννησεν τὸν Ἅβραμ καὶ τὸν Ναχὼρ καὶ τὸν Ἀρράν, καὶ Ἀρρὰν ἐγέννησεν τὸν Λώτ. 28 καὶ ἀπέθανεν Ἀρρὰν ἐνώπιον Θάρα τοῦ πατρὸς αὐτοῦ ἐν τῇ γῇ, ᾗ ἐγενήθη, ἐν τῇ χώρᾳ τῶν Χαλδαίων. 29 καὶ ἔλαβον Ἅβραμ καὶ Ναχὼρ ἑαυτοῖς γυναῖκας· ὄνομα τῇ γυναικὶ Ἅβραμ Σάρα, καὶ ὄνομα τῇ γυναικὶ Ναχὼρ Μελχὰ θυγάτηρ Ἀρράν, πατὴρ Μελχὰ καὶ πατὴρ Ἰεσχά. 30 καὶ ἦν Σάρα στεῖρα καὶ οὐκ ἐτεκνοποίει.
31 καὶ ἔλαβεν Θάρα τὸν Ἅβραμ υἱὸν αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν Ἀρρὰν υἱὸν τοῦ υἱοῦ αὐτοῦ καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ γυναῖκα Ἅβραμ τοῦ υἱοῦ αὐτοῦ καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων πορευθῆναι εἰς τὴν γῆν Χαναὰν καὶ ἦλθεν ἕως Χαρρὰν καὶ κατῴκησεν ἐκεῖ. 32 καὶ ἐγένοντο αἱ ἡμέραι Θάρα ἐν Χαρρὰν διακόσια πέντε ἔτη, καὶ ἀπέθανεν Θάρα ἐν Χαρράν.