top Psalm 11 (12)

Psalm 11 (12)


Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης, ψαλμὸς τῷ Δαυίδ.

1 [MT=12:1] Σῶσόν με κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. 2 [MT=12:2] μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, χείλη δόλια, ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν. 3 [MT=12:3] ἐξολεθρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια, καὶ γλῶσσαν μεγαλορήμονα· 4 [MT=12:4] τοὺς εἰπόντας, τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρ' ἡμῶν ἐστιν τίς ἡμῶν κύριός ἐστιν;

5 [MT=12:5] Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει κύριος· θήσομαι ἐν σωτηρίᾳ, παρρησιάσομαι ἐν αὐτῷ. 6 [MT=12:6] τὰ λόγια κυρίου, λόγια ἁγνά· ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως. 7 [MT=12:7] σύ κύριε φυλάξεις ἡμᾶς· καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης, καὶ εἰς τὸν αἰῶνα. 8 [MT=12:8] κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσιν, κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων.