top Psalm 10 (11)

Psalm 10 (11)


Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.

1 [MT=11:1] Ἐπὶ τῷ κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ 2 [MT=11:2] μου, μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; 3 [MT=11:2b] ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. 4 [MT=11:3] ὅτι κατηρτίσω καθεῖλον, δὲ δίκαιος τί ἐποίησεν; 5 [MT=11:4] Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ, κύριος ἐν οὐρανῷ θρόνος αὐτοῦ· οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων·

6 [MT=11:5] κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ, δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν. 7 [MT=11:6] ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος μερὶς τοῦ ποτηρίου αὐτῶν. 8 [MT=11:7] ὅτι δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ.